Ancient Greek
7.108 to 7.111
Hippocrates, Epidemiarum 7.108-111
Not analysed yet
108. Τῷ τοῦ Θυνοῦ σφόδρα ἐν πυρετῷ καυσώδει ἐλιμοκτονήθη· ὑποχώρησις συχνὴ χολῆς ἐγένετο μετὰ ἀψυχίης καὶ ἱδρῶτος πολλοῦ· κατεψύχθη σφόδρα· ἄφωνος ἦν ἡμέρην ὅλην καὶ νύκτα· ἐγχεόμενος χυλὸν πτισάνης, κατείχετο, ἐφρόνεεν, εὔπνοος ἦν. 109. Τῷ Ἐπιχάρμου ξυνέβη ἐκ περιόδου καὶ ποτοῦ ἀπεψίη. Τῇ ὑστεραίῃ δὲ πρωῒ ἄσης γενομένης, πιὼν ὕδωρ, ὄξος, ἅλας, ἐξήμεσε φλέγμα· μετὰ δὲ, ῥῖγος ἔλαβεν· ἐλούσατο πυρεταίνων, τὸ στῆθος ἤλγει. Τῇ τρίτῃ εὐθὺς πρωῒ, κῶμα ὀλίγον χρόνον ἐπεῖχε, καὶ ἐπελήρει, καὶ πυρετὸς ὀξύς· βαρέως ἔφερε τὴν νοῦσον. Τῇ τετάρτῃ, ἄγρυπνος· ἀπέθανεν. 110. Ἀρίστωνι, δακτύλου ποδὸς ἡλκωμένου, ξὺν πυρετῷ ἀσάφεια· τὸ γαγγραινῶδες ἀνέδραμεν ἄχρι πρὸς γόνυ· ἀπώλετο· ἦν δὲ μέλαν, ὑπόξηρον, δυσῶδες. 111. Ὁ τὸ καρκίνωμα τὸ ἐν τῇ φάρυγγι καυθεὶς, ὑγιὴς ἐγένετο ὑφ᾿ ἡμέων.