Ancient Greek
7.116 to 7.117
Hippocrates, Epidemiarum 7.116-117
Not analysed yet
116. Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος· ἦν δὲ τοιοῦτον· διὰ τῆς θηλῆς ἰχὼρ ὕφαιμος ἔῤῥει· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἀπέθανεν. 117. Τῷ Δεινίου παιδίῳ ἐν Ἀβδήροισι μετρίως ὀμφαλὸν τμηθέντι, συρίγγιον κατελείφθη, καί ποτε καὶ ἕλμινς δι᾿ αὐτοῦ διῆλθεν ἁδρὰ, καὶ ἔφη, ὅτε πυρέξειε, χολώδεα ὅτι καὶ αὐτὰ ταύτῃ διῄει. Προσεπεπτώκει τούτῳ τὸ ἔντερον πρὸς τῷ συριγγίῳ, καὶ διεβέβρωτο ὡς τὸ συρίγγιον, καὶ ἐπανεῤῥήγνυτο, καὶ βηχία διεκώλυε διαμένειν.