# Epidemiarum 7.13-19

Hippocrates, Epidemiarum, 7.13 to 7.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.13

13. Ὁ ἔξω κάπηλος ὁ περιπλευμονικὸς, κοιλίη εὐθὺς ὑπῄει. Περὶ τετάρτην, ἱδρὼς πουλύς· ἐδόκει λῆξαι τὸ πυρέτιον· τὸ βηχίον, οὐδὲν ὡς εἰπεῖν. Πέμπτῃ καὶ ἕκτῃ καὶ ἑβδόμῃ, ἐπεῖχεν ὁ πυρετός. Ἱδρὼς, ὀγδόῃ. Ἐνάτῃ, ἀπεχρέμψατο ὠχρόν. Δεκάτῃ, ᾔει ἅλες οὐ πολλάκις. Περὶ ἑνδεκάτην, ἠπιώτερος. Ἐν τῇ τῇ τεσσαρεσκαιδεκάτῃ, ὑγιής. 14. Ἑρμοπτολέμῳ, μετὰ πληϊάδος δύσιν, πυρετὸς ἐπῆλθεν· βὴξ οὐ πάνυ· γλῶσσα δὲ περιπλευμονική. Ἐνάτῃ, ἐξίδρωσεν ὅλος, κατεψύχθη τε, ὡς ἐδόκει· προσήνεγκαν αὐτῷ χυλόν· περὶ μέσον ήμέρης ἐθερμαίνετο. Ἑνδεκάτῃ, ἱδρὼς, καὶ κοιλίη ἐξυγραίνετο· κατάχολα ὑποχωρήματα· τὸ βηχίον ἐπεγένετο. Τεσσαρεσκαιδεκάτῃ, ὠχρὸν ἀπεχρέμψατο, καὶ ῥεγχώδης ἦν, καὶ τῇ πεντεκαιδεκάτῃ, ἔμφρων δὲ πάντα τὸν χρόνον ἐὼν, ἐτελεύτησεν. 15. Ἕτερός τις ἐπὶ τοῦ ὑπερῴου, ῥεγχώδης, γλῶσσα ξηρὴ, περιπλευμονικὴ, ἔμφρων, ἐτελεύτησεν. 16. Καὶ Ποσειδώνιος, ἔτι τοῦ θέρεος ἐνισταμένου, κατὰ στῆθος καὶ ὑποχόνδρια καὶ πλευρὸν ἐπόνει χρόνον πουλὺν ἄνευ πυρετῶν· πολλοῖσι δὲ ἔτεσιν ἔμπροσθεν, ἔμπυος ἐγένετο. Τοῦ δὲ χειμῶνος, φρίξαντι ἐπέτεινεν ἡ ὀδύνη, καὶ τὸ πυρέτιον λεπτὸν, καὶ ἀπόχρεμψις πυώδης, βὴξ κερχαλέη περὶ φάρυγγα, καὶ ῥεγχώδης, ἔμφρων δὲ ἐὼν ἐτελεύτησεν. 17. Ὁ δὲ Βαλοῖος, ἐκ τοῦ ὄρεος, πάντα ἡμαρτηκὼς, ἐννεακαιδεκάτῃ γλῶσσα πονηρὴ, ὑπέρυθρος, καὶ κατὰ φωνὴν ἦν ἐν τῇ ῥέμβῃ· ὀφθαλμοὶ κεχρωσμένοι, πλέοντες ὥσπερ τῶν νυσταζόντων· χρῶμα καὶ τοῦ ἄλλου σώματος οὐκ ἰκτεριῶδες σφόδρα, ἀλλ᾿ ὕπωχρον, πελιδνόν· φωνὴ πονηρὴ, ἀσαφής· γλῶσσα περιπλευμονική· οὐκ ἔμφρων· πνεῦμα πρὸς χεῖρα πονηρὸν, οὐ πυκνὸν, οὐδὲ μέγα· πόδες ψυχροὶ, λιθώδεις. Περὶ εἰκοστὴν ἐτελεύτησεν. 18. Κυναγχικὴ ἡ παρὰ Μέτρωνι, χεῖρα δεξιὴν, σκέλος ἤλγησε, πυρέτιον ἐπεῖχε, βηχίον, πνίγμα. Τρίτῃ, ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος, ῥέγχος, ὀδόντων ξυνέρεισις, γνάθων ἔρευθος. Ἐτελεύτησε τῇ πέμπτῃ ἢ ἕκτῃ· σημεῖον περὶ χεῖρα τὸ ὑπόπέλιον. 19. Βίων ἐξ ὑδρωπικοῦ πολυχρονίου ἀπόσιτος ἐγένετο πολλὰς ἡμέρας καὶ στραγγουριώδης· ἐπὶ γούνατος ἀριστεροῦ ἀπόστημα ἐγένετο, ἐξεπύησεν, ἐτελεύτησεν.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
