# Epidemiarum 7.29-32

Hippocrates, Epidemiarum, 7.29 to 7.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.29

29. Ἀρίστιππος ἐς τὴν κοιλίην τοξευθεὶς ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· ἐπίμπρατο ταχέως· κάτω δὲ οὐδὲν διεχώρεεν· ἀσώδης ἦν· ἤμεε χολώδεα κατακορέα· ὁπότε δὴ ἀπεμέσειεν, ἐδόκει ῥᾴων εἶναι· μετ᾿ ὀλίγον δὲ τὰ ἀλγήματα πάλιν δεινά· καὶ ἡ κοιλίη ὁμοίως ἐπίμπρατο ὡς ἐν εἰλεοῖς· θέρμαι καὶ δίψαι· ἐν ἑπτὰ ἡμέραις ἐτελεύτησεν. 30. Ὁ δὲ Νεόπολις, πληγεὶς ὁμοίως, ταὐτὰ ἔπασχεν· κλυσθέντι δὲ δριμεῖ ἡ κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα. 31. Τῷ δὲ καθ᾿ ἧπαρ ἐγγὺς πληγέντι ἀκοντίῳ, εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἀπέθανε πρὶν ἀγορὴν λυθῆναι, ἐν ᾗπερ ἡμέρῃ ἐπλήγη. 32. Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς, ὑπὲρ κροτάφου ἀριστεροῦ ὅσην ἀμυχὴν διεκόπη· ἐσκοτώθη πληγεὶς, καὶ ἔπεσεν. Τριταῖος ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ σφοδρός· σφυγμὸς ἐν κροτάφοισιν, ὡς λεπτῆς θέρμης· ἤκουεν οὐδὲν, οὐδὲ ἐφρόνεεν, οὐδ᾿ ἠτρέμιζεν· νοτὶς περὶ μέτωπον καὶ ὑπὸ ῥῖνα ἄχρις ἀνθερεῶνος· πεμπταῖος ἐτελεύτησεν.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
