# Epidemiarum 7.3

Hippocrates, Epidemiarum, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.3

3. Ὁ Ἐρατολάου περὶ φθινοπωρινὴν ἰσημερίην δυσεντερικὸς ἐγένετο, καὶ πυρετὸς εἶχε, τὰ ὑποχωρήματα ἦν χολώδεα, λεπτὰ, πουλλὰ, καὶ ὕφαιμα μετρίως, ἡ δὲ ὀδύνη τῆς γαστρὸς σφοδρή. Ὀῤῥοποτήσαντι δὲ καὶ γαλακτοποτήσαντι ἐν γάλακτι πεπυρωμένῳ, μετριώτερα ἐγένετο τὰ ἀλγήματα καὶ τὰ ὕφαιμα· τὰ δὲ χολώδεα παρηκολούθει· καὶ ἀναστάσιες πυκναὶ, ἀπονώτεραι. Τὸ δὲ πυρέτιον ἐδόκει ἀῤῥωστέοντι καὶ τοῖσι πολλοῖσιν ὅλως μὴ ἔχειν διὰ παντὸς τοῦ χρόνου μετὰ τὰς πρώτας πέντε ἢ ἓξ ἡμέρας, οὕτως ἄδηλος ἦν· κατὰ κροτάφους δὲ σφυγμὸς ἦν· καὶ γλῶσσα ὑπὸ ξηρότητος ὑπότραυλος καὶ διψώδης μετρίως, καὶ ἄγρυπνος· ῥυφήμασι δὲ ἤδη ἐχρῆτο καὶ οἴνοισιν. Περὶ τεσσαρεσκαίδεκα ἐόντος ἡμέρας ἤδη, ἐγένετο τὰ παρ᾿ οὒς ἐν μέρει, καὶ παρ᾿ ἑκάτερον σκληρὰ καὶ ἄπεπτα πάντα ἐμωλύνθη, ὀδυνώδεα δὲ μετρίως. Οὐκ ἀποληγόντων δὲ τῶν ὑποχωρημάτων, καταχόλων τε διὰ παντὸς ἐόντων, τὴν ἐν τῷ ἀλεύρῳ βοτάνην ῥυφέοντι, μετριώτερα τὰ χολώδεα καὶ τὰ ἀλγήματα ἐγένετο μέχρι τινὸς χρόνου, ὑγρὰ δὲ πουλλὰ πολλάκις· καὶ ἀπόσιτος σφόδρα, καὶ μετὰ πάσης ἀνάγκης προσδεχόμενος· τὰ δὲ τῆς θέρμης καὶ γλώσσης καὶ δίψης τοιαῦτα παρηκολούθει, οἷα εἴρηται· καὶ ἱδρῶτες, οὐδέν. Λήθη δέ τις τοιαύτη· ἐρωτήσας, ὅ τι πύθοιτο, σμικρὸν, καὶ διαλιπὼν πάλιν ἠρώτα, καὶ ἔλεγεν αὖτις, ὡς οὐκ εἴη εἰρηκώς· καθεζόμενός τε ἐπελανθάνετο, εἰ μή τις ὑπομιμνήσκοι αὐτόν· καὶ αὐτὸς ἑωυτῷ ξυνῄδει τὸ πάθος, οὐδ᾿ ἠγνόει. Πνεῦμα, ὁκοῖον ὑγιαίνοντι. Ὑπὲρ δὲ τὰς τριήκοντα μέχρι τῶν τεσσαράκοντα ἥ τε ὀδύνη πουλὺ ἐπεδίδου τῆς γαστρός· ὕπτιός τε κατέκειτο, καὶ ἐπιστρέφεσθαι οὐδ᾿ ἐπὶ ποσὸν ἠδύνατο, τῷ δὲ εἶναι τὸ ἄλγημα δεινόν· ψωμίζειν ἄλλον δεῖ. Ἡ δὲ ὑποχώρησις πουλλὴ, καὶ διακεκριμένη, λεπτή· καὶ χρώματα οἰνωπὰ, ὅσαπερ προσδέχοιτο, καὶ ὕφαιμά ἐστιν ὅτε· καὶ ὁ τόνος τοῦ σώματος, ἔκτηξις ἐσχάτη καὶ ἀδυναμίη, οὐδ᾿ ἀνίστασθαι ἄλλου ἐπαίροντος ἔτι δυνατὸς ἦν. Μέσον δὲ ὀμφαλοῦ καὶ χόνδρου, κατὰ ταύτην τὴν καταγωγὴν ἁπτομένῳ τῇ χειρὶ, τοιοῦτος παλμὸς ἦν, οἷος οὐδὲ ὑπὸ δρόμου οὔτε ὑπὸ δείματος περὶ καρδίην ἂν γενηθείη. Πίνοντι ἄπεφθον, ὡς ἐννέα ἀττικὰς κοτύλας, ὄνειον ἐπὶ δύο ἡμέρας, χολώδης ἐγένετο σφόδρα ἡ κάθαρσις, καὶ ἔληξαν αἱ ὀδύναι, καὶ σιτίων ἐπιθυμίη ἐγένετο. Μετὰ δὲ ταῦτα, βοείου γάλακτος ὡς τέσσαρας κοτύλας ἀττικὰς ὠμοῦ ἔπινεν. κατὰ δύο κυάθους δι᾿ ἡμέρης, πρῶτον ὕδατος τὸ ἕκτον μίσγων καὶ μέλανος οἴνου καὶ αὐτστηροῦ σμικρόν. Ἐμονοσίτει δὲ ἑσπέρην· ἄρτος ὡς ἡμιχοίνικος ἐγκρυφίης καὶ ἰχθύδιον πετραῖον ἁπλοῦν, ἢ κρεάδιον αἰγὸς ἢ προβάτου· ἡ δὲ πόσις τοῦ γάλακτος, ἐπὶ τεσσαράκοντα ἡμέρας ἄνευ ὕδατος μετὰ τὰς πρώτας δέκα ἡμέρας, οἴνου δὲ ὡς σμικρὸν μέλανος μέρος. Ἱδρώτιον δὲ ἐγένετο μετὰ τὰς ἑβδομήκοντα ἤδη ἀπὸ τῆς πρώτης μετὰ λουτρὸν ἐς νύκτα. Ὀλιγοποσίῃ δὲ ἐχρῆτο, καὶ μετὰ τὸ σιτίον τῷ ποτῷ αὐστηροτέρῳ, τοῖς ἄλλοισιν οὔ.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
