# Epidemiarum 7.35

Hippocrates, Epidemiarum, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.35

35. Τῷ Φιλίας παιδίῳ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· εἶτα ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐέργου· πελιαινομένων δὲ τῶν ὀστέων καὶ πυρεταινόντων, ἀφίστατο τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον ὑπεμένετο· τούτοισι τρυπωμένοισιν ἐξ αὐτοῦ τοῦ ὀστέου ἀνήρχετο ἰχὼρ λεπτὸς, ὀῤῥώδης, ὕπωχρος, κάκοδμος, θανάσιμος. Ξυμβαίνει δὲ τοῖσι τοιούτοισι, καὶ ἐμέτους ἐπιγίνεσθαι καὶ τὰ σπασμώδεα ἐπὶ τελευτῇ, καὶ ἐνίους κλαγγώδεας εἶναι, καὶ ἐνίους ἀκρατέας, καὶ ἢν μὲν ἐν τοῖσι δεξιοῖσι τὸ τρῶμα ᾖ, τὰ ἀριστερά· ἢν δ᾿ ἐν τοῖσιν ἀριστεροῖσι, τὰ δεξιά. Τῷ Θεοδώρου ἐναταίῳ ἡλιωθέντι, πυρετὸς ἐπεᾔι δεκαταίῳ ἐκ ψιλώματος, οὐδενὸς ἀξίου, ὡς εἰπεῖν, κατὰ τὸ ὀστέον· ἐν δὲ τῷ πυρετῷ ἐμελάνθη, ἀπέστη τὸ δέρμα· ἐπὶ πουλὸ κλαγγώδης· δευτέρῃ καὶ εἰκοστῇ, ἡ γαστὴρ ἐπήρθη, μάλιστα δὲ κατὰ τὰ ὑποχόνδρια· τρίτῃ καὶ εἰκοστῇ ἐτελεύτησεν. Οἷσι δ᾿ ἂν ὀστέα κατεαγῇ, τούτοισιν ἑβδομαίοισιν οἱ πυρετοί· ἢν δὲ θερμοτέρη ἡ ὥρη, καὶ θᾶσσον· ἢν δὲ μᾶλλον κλασθῇ, καὶ παραχρῆμα. Καὶ ὁ Ἐξαρμόδου παιδίσκος παραπλησίως, καὶ ἄλγημα ἐς μηρὸν οὐ κατ᾿ ἴξιν τοῦ τρώματος, καὶ ἐγεγόνει κλαγγώδης, καὶ τραχήλου ὀδύνη. Καὶ ὁ Ποσειδοκρέων, τρίτῃ σπασμός· θέρμη οὐκ ἔλιπεν· ἐτελεύτησεν ὀκτωκαιδεκαταῖος. Ὁ τοῦ Ἰσαγόρα ὄπισθεν ἐπλήγη τῆς κεφαλῆς, φλασθέντος τοῦ ὀστέου καὶ μελανθέντος πεμπταίῳ, περιεγένετο, ὀστέον δὲ οὐκ ἀπέστη.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
