Ancient Greek
7.37 to 7.38
Hippocrates, Epidemiarum 7.37-38
Not analysed yet
37. Ὁ δὲ ἐκ τῆς Ἁρπάλου ἀπελευθέρης Τηλεφάνης τύμμα κάτωθεν μεγάλου δακτύλου ἔλαβεν· ἐπεφλέγμηνε, καὶ σφόδρα ἐπώδυνος ἦν, καὶ, ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ὀσφὺν ἤλγησεν, ἐλούσατο, αἱ γένυες ξυνήγοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίαλον ἀφρῶδες, μόλις ἔξω διὰ τῶν ὀδόντων διῄει· τριταῖος ἀπέθανεν. 38. Ζήνων ὁ τοῦ Δάμωνος, περὶ κνήμην, ᾗ σφυρὸν, ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ ἀποθανεῖν.