Ancient Greek
7.48 to 7.49
Hippocrates, Epidemiarum 7.48-49
Not analysed yet
48. Πεισιστράτῳ ὤμου ἄλγημα, καὶ βάρος πουλυχρόνιον περιπατοῦντι καὶ τἄλλα ὑγιαίνοντι· χειμῶνος δὲ ἐπέπεσε πουλλὴ ὀδύνη πλευροῦ, καὶ θέρμη, καὶ βὴξ, ἀπόχρεμψίς τε αἵματος ἀφρώδεος τοῦτο καὶ ῥεγχῶδες ἐν τῇ φάρυγγι· εὔφορος δὲ καὶ παρ᾿ ἑωυτῷ. Καὶ ἡ θέρμη ἐχάλασεν, ἅμα δὲ καὶ ἡ ἀπόχρεμψις, καὶ τὸ κέρχον· καὶ περὶ τετάρτην ἢ πέμπτην ἡμέρην ὑγιής. 49. Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ στῆθος καὶ πλευρόν· βὴξ, πυρετοὶ, ἀποχρέμψιες πυώδεες. Φθίσις κατέστη· καὶ ἓξ μῆνας οἱ πυρετοί· καὶ διάῤῥοιαι αἰεί· ἐπὶ τέλει, παῦσις πυρετῶν· κοιλίη ἔστη μετὰ τὴν παῦσιν· ἡμέρας μεθ᾿ ἑπτὰ ἐτελεύτησεν.