# Epidemiarum 7.50

Hippocrates, Epidemiarum, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.50

50. Καὶ ἡ Εὐξένου· ἐκ πυριήσιος, ὡς ἐδόκει· θέρμαι οὐκ ἔλειπον οὐδένα χρόνον, μᾶλλον πρὸς ἑσπέρην ἐπέτεινον· ἱδρῶτες ἐγίνοντο ἐς ὅλον τὸ σῶμα· μέλλοντος ἐπιτείνειν τοῦ πυρετοῦ, ψύξιες τῶν ποδῶν, ὁτὲ δὲ καὶ κνημέων καὶ γουνάτων, ἐγίνοντο· βηχίον ξηρὸν ὀλίγον χρόνον, ἀρχομένου τοῦ πυρετοῦ παροξύνεσθαι, εἶτα ἔληγεν· διὰ δὲ χρόνου πολλοῦ, καὶ ὅλου τοῦ σώματος ῥῖγος ἐγένετο· ἄδιψος διὰ παντός. Φάρμακον πιοῦσα καὶ ὀῤῥὸν, ἐβλάβη μᾶλλον. Ἀπ᾿ ἀρχῆς πάντων ἀνώδυνος καὶ εὔπνοος· μεσοῦντος δὲ τοῦ χρόνου, πλευροῦ δεξιοῦ ἐγένετο ἄλγημα, καὶ ἡ βὴξ ἐκινήθη, καὶ ἆσθμα, καὶ ἀποχρέμψιες σμικραὶ, λευκαὶ, ὑπόλεπτοι· καὶ ἡ φρίκη, οὐκ ἔτι ἐκ ποδῶν, ἀλλὰ ἀπὸ τραχήλου καὶ νώτου· καὶ κοιλίη ὑγροτέρη. Ἐχάλασεν ὁ πυρετὸς μετὰ πολλοῦ ἱδρῶτος, καὶ κατεψύχθη· ἆσθμα δὲ ἦν ποικίλον· ἐτελεύτησε μετὰ τὴν ἄφεσιν ἑβδόμῃ ἔμφρων.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
