Ancient Greek
7.53 to 7.55
Hippocrates, Epidemiarum 7.53-55
Not analysed yet
53. Ἡ Ἱππίου ἀδελφεὴ, χειμῶνος, φρενιτικὴ, ἁμαρτάνουσα, τῇσι χερσὶ πραγματευομένη, ἀμύσσουσα ἑωυτήν· πέμπτῃ, ἕκτῃ, ἐς νύκτα ἄφωνος, κωματώδης, ἐμφυσῶσα ἐς γνάθους καὶ χείλεα, ὡς οἱ καθεύδοντες· ἐτελεύτησε περὶ ἑβδόμην. 54. Ἄσανδρος. φρίξας, πλευροῦ ὀδύνη, ἄλγος ἐς γούνατα καὶ μηρόν· φαγὼν παρεφρόνει, ἐτελεύτησε ταχέως. 55. Τῷ Κλεοτίμου σκυτεῖ, κοιλίης ὑγρανθείσης πουλὺν χρόνον, καὶ θέρμης γινομένης, καθ᾿ ἧπαρ ἔπαρμα φυματῶδες ἐς ὑπογάστριον κατέβη· καὶ κοιλίη ὑγραίνετο· καὶ ἕτερον αὐτῷ καθ᾿ ἧπαρ ἄνω πρὸς ὑποχόνδριον φῦμα· ἐτελεύτησεν.