Ancient Greek
Book 7
Hippocrates, Epidemiarum 7.67
Not analysed yet
67. Εὐτυχίδει ἐκ χολερικῶν ἐπὶ τὰ τῶν σκελέων τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πολλὴν. ἤμει ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, σφόδρα ὑπέρυθρον· ὑπὸ δὲ τὸν ἔμετον ἔπινε, καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης, οὐδὲν κατέχειν ἠδύνατο οὐδὲ τὸ ἐκ τῶν σιδίων· καὶ οὔρου σχέσις καὶ τῆς κάτω διόδου· διὰ τοὺς ἐμέτους τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥηξε κάτω. 67 bis. Ὑδρωπιώδεα ταλαιπωρέειν, ἱδροῦν, ἄρτον, ἄρτον ἐσθίειν, πίνειν μὴ πουλὺ, λούεσθαι κατὰ κεφαλῆς πολλῷ, μὴ θερμῷ, ἀλλὰ χλιηρῷ· ὁ οἶνος λευκός· ὕπνῳ μὴ πολλῷ χρῆσθαι.