# Epidemiarum 7.69-77

Hippocrates, Epidemiarum, 7.69 to 7.77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.69

69. Τιμοχάρει, χειμῶνος, κατάῤῥους, μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι, ἐξηράνθη πάντα· κόπος, θέρμη ἐπεγένετο· κεφαλὴ βαρέη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· κατέῤῥει δὲ καὶ κατὰ τοῦ σώματος ὅλου· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιάνθη. 70. Ὁ τοῦ Κλεομένεος παῖς, χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμει τὰ σιτία καὶ φλέγμα, μῆνας δὲ δύο ἡ ἀσιτίη παρηκολούθησεν. 71. Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν· οἶνος μέλας, καὶ ἀρτοσιτίη, καὶ λουτρῶν ἀπέχεσθαι, χρίεσθαί τε καὶ ἀνατρίβεσθαι χριόμενον, μὴ σφόδρα θάλπειν, μὴ πολλῷ πυρὶ, ἀλλ᾿ ἠπίῳ. 72. Οἷσι ῥεύματα ἐν ὀφθαλμοῖσι λεπτὰ καὶ χρόνια, ἢν πέπονα κατὰ ῥῖνας χωρήσῃ, ὠφελέονται. 73. ᾟσιν ἐν κυήμασιν ἐκ πτώματος ἢ σπάσματος ἢ πληγῆς πόνοι, ἐπιεικῶς ἐν τῇσι τρίτῃσι δηλοῖ, εἰ διαφθείρει. 74. Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα πιούσῃ τι ἢ αὐτόματον· ξυνέβη πόνος, ἔμετος χολωδέων πολλῶν, ὠχρῶν, πρασοειδέων, μελάνων, ὅτε πίοι. Τριταίῃ, σπασμός· τὴν γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· ἡ γλῶσσα μέλαινα, μεγάλη· τῶν ὀφθαλμῶν τὰ λευκὰ, ἐρυθρά· ἄγρυπνος· τεταρταίη ἀπέθανεν ἐς νύκτα. 75. Πυθοκλῆς τοῖσι κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου καὶ ἀνέτρεφεν. 76. Χειμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι. Ὀφθαλμοῖσι πονηρὸν, φακή· τοῖσί γε οὕτως ἔχουσιν, ἡ γλυκέη ὀπώρη, καὶ λάχανα. Τοῖσι περὶ ὀσφὺν ἢ ἰσχίον ἢ σκέλεα ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν· Ὀρίγανος ὀφθαλμιῶσι κακὸν πινομένη καὶ ὀδοῦσιν. 77. Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς αὐτὴν εἶχεν· ἤμεσεν ἐς νύκτα· αἷμα συχνὸν ἐῤῥύη, κατὰ τὸ οὖς τὸ ἀριστερὸν πεσούσης· καὶ μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγχος εἶχε· πνεῦμα πυκνὸν, ὥσπερ τῶν ἀποθνησκόντων, φλέβες αἱ περὶ τὸ μέτωπον τεταμέναι κλίσις ὑπτίη, πόδες χλιηροί· πυρετὸς πουλύς· ὁπότε ῤξύτατος, μάλιστα κατεπλήσσετο. ἑβδόμῃ, φωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότεραι· περιεγενέτο.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
