Ancient Greek
7.78 to 7.79
Hippocrates, Epidemiarum 7.78-79
Not analysed yet
78. Ὀνισαντίδης τοῦ ὤμου τὸ ἄλγημα ἔσχεν ἐν θέρει γενόμενον ἐξ ἀποστάσιος· ἐν τῇ θαλάσσῃ βρέχειν τὸ σῶμα καὶ τὸν ὦμον ὡς πλεῖστον χρόνον ἐπὶ τρεῖς ἡμέρας· οἶνον λευκὸν ὑδαρέα ἅμα πίνειν ἐν τῇ θαλάσσῃ κατακείμενον, καὶ οὐρέειν ἐν τῇ θαλάσσῃ. 79. Ὁ γναφεὺς ὁ ἐν Σύρῳ, ὁ φρενιτικός· μετὰ δὲ καύσιος τρομώδης· σκελέων τὸ χρῶμα, οἷον ὑπὸ κωνώπων ἐν καταδήγμασιν· ὀφθαλμὸς μέγας, βραχείη κίνησις· φωνὴ κεκλασμένη, σαφὴς δέ· οὖρον καθαρὸν, ὑπόστασιν οὐκ ἔχον· ἦρα διὰ τὴν τῆς θαψίης ὑποχώρησιν; Ὀκτωκαιδεκαταῖος ἀνῆκε μολυνθεὶς ἄνευ ἱδρῶτος.