# Epidemiarum 7.9

Hippocrates, Epidemiarum, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/7.9

9. Ὁ παρὰ Ἁρπαλίδῃ ἀλείπτης, ἀκρατέστερος σκελέων καὶ χειρῶν περὶ φθινόπωρον γενόμενος, ἔπιεν εἰκῇ φάρμακον ἄνω καὶ κάτω· ἐκ δὲ τῆς καθάρσιος, πυρετός· καὶ ἐς τὴν ἀρτηρίην κατεῤῥύη τοιοῦτον, οἷον ἐπισχεῖν διαλεγόμενον, καὶ ἀσθμαίνειν ἐν τῷ διαλέγεσθαι ὁμοίως κυναγχικῷ βραγχώδει· πνιγμὸς καταπίνοντι, καὶ ἄλλα κυναγχικά· οἴδημα δὲ οὐκ ἦν. Ὁ δὲ πυρετὸς ἐπέτεινε, καὶ ἡ βὴξ, καὶ ἡ ἀπόχρεμψις ὑγροῦ καὶ πολλοῦ φλέγματος. Προϊόντος δὲ, καὶ ὀδύνη κατὰ στῆθος καὶ μαζὸν ἀριστερόν· ὁπότε δὲ ἐξανασταίη ἢ μετακινηθείη, ἆσθμα πουλὺ καὶ ἱδρὼς ἀπὸ μετώπου καὶ κεφαλῆς· καὶ τὰ περὶ τὴν φάρυγγα κατεῖχε, μαλακώτερον δὲ, ἐς τὸ στῆθος τῆς ὀδύνης ἀπελθούσης. Ἀπ᾿ ἀρχῆς μὲν οὖν κυάμοισι μελιχροῖσιν ἐχρῆτο· ἐπεὶ δὲ οἱ πυρετοὶ ἐπεῖχον, μᾶλλον ὀξυμέλιτι θερμῷ καὶ μέλιτος ἐκλείξει πολλῇ. Παρελθουσέων δὲ τεσσάρων καὶ δέκα ἡμερέων, ἅπαντα ἔληξε, καὶ τῶν περὶ χεῖρας καὶ σκέλεα οὐ πουλὺ ὕστερον ἐγκρατὴς ἐγένετο.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
