Ancient Greek · ~7 min
1.123 to 1.139
Hippocrates, Prorrheticon I 1.123-139
Not analysed yet
123. Τὰ ἐπ᾿ ὀλίγον θρασέως παρακρούοντα, μελαγχολικά· ἢν δὲ καὶ ἀπὸ γυναικείων ᾖ, θηριώδεα· ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει· ἦρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ σκυτέως θυγατρί· ἤρξατο γυναικείων παρεόντων. 124. Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν· ἀτενέως; οὔτε παρ᾿ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως. 125. Τὰ ἀνάπαλιν αἱμοῤῥαγεῦντα, κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ τὰ καθ᾿ ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον. 126. Τὰ ἐκ ῥινῶν μικροῖς. ἱδρῶσιν περιψυχόμενα κακοήθεα. 127. Μεθ᾿ αἱμοῤῥαγίην μελάνων δίοδος, κακόν· πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώδεα· ἦρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; κωματώδεες, ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης. 128. Τὰ αἱμοῤῤαγέοντα ἐφιδροῦντα τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν. 129. Μεθ᾿ αἱμοῤῥαγίην βραχείην καὶ μελάνων διαχώρησιν, ἐν ὀξέσι, κώφωσις, κακόν· αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον, κώφωσιν δὲ λύει. 130. Ὀσφύϊ ἐπωδύνῶ καρδιαλγικὰ προσιόντα, σημεῖα αἱμοῤῥώδεα, οἶμαι δὲ καὶ προγενόμενα. 131. Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥαγεῦντα, διψώδεα, ἐκχλοιούμενα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ τελευτᾷ. 132. Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα· ἀποστάξαντα ἑκταῖα, κουφισθέντα νύκτα, πονήσαντα ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥαγήσει λαύρως· ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει; 133. Οἷσιν αἱμοῤῥαγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ. 134. Ἐν κρισίμοισι περιψύξεσι τῶν αἱμοῤῥαγιῶν αἱ νεανικαὶ, κάκισται. 135. Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῤαγικοὶ, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ. 136. Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμοῤῥαγεῖ, ἄλλως τε καὶ ἤν τι προεῤῤυήκῃ· ἆρά γε καὶ φρίξαντα; 137. Κάτοχα, κεφαλαλγικὰ, τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμοῤῤαγικά. 138. Οἷσι, κοιλίης ἐπιστάσης, αἱμοῤῥαγέει, καὶ ἐπιῤῥιγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἢ ἀσκαρίδες, ἢ ἀμφότερον; 139. Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρας ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως, καὶ κοιλίη καταῤῥήγνυται· τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπιτοπουλύ.