# Prorrheticon I 1.156-170

Hippocrates, Prorrheticon I, 1.156 to 1.170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/1.156

156. Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή· ἆρά γε ἐκ τοιουτέων ὑποχόνδριον ὀδυνᾶται; δοκέω δὲ δεξιόν· ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ᾿ ὦτα τουτέοισιν ὀδυνώδεα ἐπ᾿ ὀλίγον; κοιλίη καταῤῥαγεῖσα τουτέοισιν, ὀλέθριον. 157. Ἐν τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ᾿ οὖς μάλιστα. 158. Ἐπὶ εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει. 159. Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ᾿ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶὀές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον. 160. Τὰ παρ᾿ ὦτα, φλαῦρα τοῖσι παραπληκτικοῖσιν. 161. Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ᾿ οὖς ἀνίστησιν. 162. Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως, σμικρὰ παρ᾿ οὖς ἀνίστησιν. 163. Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ᾿ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη. 164. Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ᾿ ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ᾿ ὦτα μεγάλα ἀνίσταται. 165. Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ᾿ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον. 166. Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ᾿ οὖς ἀνίστησιν. 167. Βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ᾿ οὖς λαπάσσει. 168. Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ᾿ οὖς τι ἐξερεύγεται. 169. Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ᾿ οὖς ἐπαίρει. 170. Τὰ ἐπώδυνα παρ᾿ οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
