# Prorrheticon I 1.27-47

Hippocrates, Prorrheticon I, 1.27 to 1.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/1.27

27. Αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι. 28. Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα. 29. Τὰ οὐρούμενα, μὴ ὑπομνησάντων, ὀλέθρια· ἦρά γε τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; 30. Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν; 31. Τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται. 32. Κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαινει γίνεσθαι· οἶμαι δὲ, καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν. 33. Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν. 34. Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ. 35. Αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ᾿ ἑωυτοῖσιν. 36. Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι. 37. Τὰ κατὰ μηρὸν ἐν πυρετῷ ἀλγήματα ἔχει τι παρακρουστικὸν, ἄλλως τε καὶ ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ᾿ αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα. 38. Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι. 39. Οἱ ἐφιδρῶντες καὶ μάλιστα κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν. 40. Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κακόν. 41. Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα κατ᾿ ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύμενος, κακόν. 42. Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει; 43. Ἄκρεα ἐπ᾿ ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν. 44. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν. 45. Φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται. 46. Ὄμμα ἀμαυρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν. 47. Ὀξυφωνίη κλαγγώδης, πονηρόν.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
