# Prorrheticon I 1.48-72

Hippocrates, Prorrheticon I, 1.48 to 1.72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/1.48

48. Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν. 49. Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν. 50. Τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά. 51. Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται. 52. Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει. 53. Ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κακόν· κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα· ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον; 54. Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον. 55. Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι. 56. Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες. 57. Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι, κακόν. 58. Ἱδρὼς πολὺς, ἅμα πυρετοῖσιν ὀξέσι γιγνόμενος, φλαῦρος. 59. Καὶ οὖρα δὲ πέπονα, πονηρόν· καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας. 60. Καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων. 61. Ὁκόσα ἐν κρισίμοισιν ἀλυσμῷ ἀνιδρωτὶ περιψύχεται, κακόν· καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων, κακά. 62. Ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά. 63. Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν; 64. Μετὰ ῥίγεος ἄγνοια, κακόν· κακὸν δὲ καὶ λήθη. 65. Αἱ ἐκ ῥίγεος καταψύξιες, μὴ ἀναθερμαινόμεναι, κακαί. 66. Οἱ ἐκ καταψύξιος ἱδρώδεες, ἀναθερμαινόμενοι, κακόν· ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ ἐπιῤῥιγῶσαι, κακόν. 67. Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια, καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται. 68. Οἱ ἐφιδρῶντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν. 69. Ἐξ ὀσφύος ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν. 70. Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν· ἐπιπυρετήναντες οὗτοι, καυστικοὶ ὀξέως, ἀποθνήσκουσιν. 71. Οἱ ἐπανεμεῦντες μέλανα, ἀπόσιτοι, παράφοροι, καθ᾿ ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ, κεκλεισμένον, τούτους μὴ φαρμακεύειν, ὀλέθριον γάρ· μηδὲ τοὺς ἐποιδέοντας, σκοτώδεας, ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, ἀποσίτους, ἀχρόους· μηδὲ τοὺς ἐν πυρετῷ κωματώδει κατακεκλασμένους, ὀλέθριον γάρ. 72. Καρδίης πόνος ἅμα ὑποχονδρίῳ ξυντόνῳ καὶ κεφαλαλγίῃ, κακόηθες, καί τι ἀσθματῶδες· ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν, ὡς καὶ Λύσις ἐν Ὀδησσῷ; τουτέῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, καὶ ἔρευθος.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
