# Prorrheticon I 1.73-94

Hippocrates, Prorrheticon I, 1.73 to 1.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/1.73

73. Τραχήλου πόνος, κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ καὶ οἷσιν ἐκμανῆναι ἐλπίς. 74. Κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδρῶντες πυρετοὶ, κακοήθεες. 75. Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι, δύσφεροι, οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν. 76. Οἱ ἀσώδεες, ἀνημέτως παροξυνόμενοι, κακόν. 77. Κατάψυξις μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον. 78. Ἀπὸ κοιλίης λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ᾿ ἑωυτῷ, κακὸν, οἷον τῷ ἡπατικῷ. 79. Τὰ σμικρὰ ἐμέσματα χολώδεα, κακὸν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνῶσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον. 80. Αἷς ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ, κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως. 81. Ἐν πυρετοῖσι καυσώδεσιν, ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται. 82. Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ ὁ Νουμηνίου υἱός. 83. Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν. 84. Ὄμματος κατάκλεισις, ἐν ὀξέσι, κακόν. 85. Ἆρά γε τοῖσιν ἀσώδεσιν, ἀνημέτοισιν, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν; 86. Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, πνιγώδης, ὀλεθρίη ὀξέως. 87. Οἷς πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγώδης, ὁ σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν, ὡς συσπῶντός τινος, τὸ πνεῦμα γίνεται. 88. Οἱ πεφαλαλγικοὶ κατόχως παρακρούοντες, κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται. 89. Ἐπ᾿ ὀμμάτων διαστροφῇ, πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν. 90. Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδρων ὀδύναι, ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες· τουτέοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ, καὶ ἢν κοιλίη καταῤῥαγῇ, ὀλέθριον. 91. Οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσι μετὰ κρίσιν, οὗτοι τρομώδεες καὶ κωματώδεες τελευτῶσιν. 92. Οἷσι καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα, ὑποχόνδρια, καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφιδρῶσιν, ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα, καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει; καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται· τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται. 93. Οἷσι κῶμα γίνεται, ἐπάφρων προσδιελθόντων, πυρετὸς παροξύνεται. 94. Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπὸ σφᾶς, ἐπανιέντα, χρονιώτερον· ἐπιῤῥιγῶσαι τουτέοισιν, οὐ πονηρόν.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
