Ancient Greek
Book 2
Hippocrates, Prorrheticon I 2.15
Not analysed yet
15. Τὰ δὲ τρώματα τὰ ἐν τοῖσιν ἄρθροισι μεγάλα μὲν ἐόντα καὶ τελέως ἀποκόπτοντα τὰ νεῦμα τὰ συνέχοντα, εὔδηλον ὅτι χωλοὺς ἀποδείξει. Εἰ δὲ ἐνδοιαστὸν εἴη ἀμφὶ τῶν νεύρων, ὅπως ἔχοι, ὀξέος μὲν ἐόντος τοῦ βέλεος τοῦ ποιήσαντος, ὀρθὸν τὸ τρῶμα εἰδέναι ἄμεινον ἐπικαρσίου· εἰ δ’ εἴη βαρύ τε καὶ ἀμβλὺ τὸ τρῶσαν, οὐδὲν διαφέρει· ἀλλ’ ἐς τὸ βάθος τε τῆς πληγῆς σκέπτεσθαι καὶ τἄλλα σημεῖα. Ἔστι δὲ τάδε· πῦον ἢν ἐπιγένηται ἐπὶ τὸ ἄρθρον, σκληρότερον ἀνάγκη γενέσθαι· ἢν δὲ καὶ οἰδήματα συμπαραμείνῃ, σκληρὸν ἀνάγκη πουλὺν χρόνον τοῦτο τὸ χωρίον γίνεσθαι, καὶ τὸ οἴδημα, ὑγιέος ἐόντος τοῦ ἕλκεος, παραμένειν· καὶ βραδέως ἀνάγκη συγκάμπτεσθαί τε καὶ ἐκτείνεσθαι ὁκόσα ἂν τοῦ ἄρθρου καμπύλου ἐόντος θεραπεύηται. Οἷσι δ’ ἂν καὶ νεῦρον δοκέῃ ἐκπεσεῖσθαι, ἀσφαλεστέρως τὰ περὶ τῆς χωλώσιος ᾖ προλέγειν, ἄλλως τε καὶ ἢν τῶν κάτωθεν νεύρων ᾖ τὸ ἐκλυόμενον· γνώσῃ δὲ τοῖσι νεῦρον μέλλον ἐκπίπτειν, πῦον λευκόν τε καὶ παχὺ καὶ πουλὺν χρόνον ὑποῤῥεῖ· ὀδύναι τε καὶ φλεγμοναὶ γίνονται περὶ τὸ ἄρθρον ἐν ἀρχῇσι. Τὰ δ’ αὐτὰ ταῦτα γίνεται καὶ ὀστέου μέλλοντος ἐκπεσεῖσθαι. Τὰ δὲ ἐν τοῖσιν ἀγκῶσι διακόμματα ἐν φλεγμονῇ μάλιστα ἐόντα ἐς διαπύησιν ἀφικνέεται καὶ τομάς τε καὶ καύσιας.