Ancient Greek
Book 2
Hippocrates, Prorrheticon I 2.17
Not analysed yet
17. Ὧν δὲ ἐμπίπλαται αἵματος ἡ φάρυγξ, πολλάκις τῆς ἡμέρης τε καὶ τῆς νυκτὸς ἑκάστης, οὔτε κεφαλὴν προαλγήσαντι, οὔτε βηχὸς ἐχούσης, οὔτε ἐμέοντι, οὔτε πυρετοῦ λαμβάνοντος, οὔτε ὀδύνης ἐχούσης οὔτε τοῦ στήθεος οὔτε τοῦ μεταφρένου, τούτων κατιδεῖν ἐς τὰς ῥῖναι καὶ τὴν φάρυγγα· ἢ γὰρ ἕλκος τι ἔχων φανεῖται ἐν τῷ χωρίῳ τούτῳ, ἢ βδέλλαν.