# Prorrheticon I 2.18

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.18

18. Ὀφθαλμοὶ δὲ λημῶντες ἄριστα ἐπαλλάττουσιν, ἢν τό τε δάκρυον καὶ ἡ λήμη καὶ τὸ οἴδημα ἄρξηται ὁμοῦ γενόμενα. Ἤν δὲ τὸ μὲν δάκρυον τῇ λήμῃ μεμιγμένον ᾖ καὶ μὴ θερμὸν ἰσχυρῶς, ἡ δὲ λήμη λευκή τε ᾖ καὶ μαλθακὴ, τό τε οἴδημα ἐλαφρόν τε καὶ λελυμένον· εἰ γὰρ οὕτω ταῦτ’ ἔχοι, ξυμπλάσσοιτ’ ἂν ὀφθαλμὸς ἐς τὰς νύκτας ὥστε ἀνώδυνος εἶναι, καὶ ἀκινδυνότατον οὕτως ἂν εἴη καὶ ὀλιγοχρονιώτατον. Εἰ δὲ τὸ δάκρυον χωρέει πουλὺ καὶ θερμὸν ξὺν ὀλιγίστῃ λήμῃ καὶ σμικρῷ οἰδήματι, εἰ μὲν ἐκ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, χρόνιον μὲν κάρτα γίνεται, ἀκίνδυνον δὲ· καὶ ἀνώδυνος οὗτος ὁ τρόπος ἐν τοῖσι μάλιστα. Τὴν δὲ κρίσιν ὑποσκέπτεσθαι, τὴν μὲν πρώτην, ἐς τὰς εἴκοσιν ἡμέρας· ἢν δ’ ὑπερβάλλῃ τοῦτον τὸν χρόνον, ἐς τὰς τεσσαράκοντα προσδέχεσθαι· ἢν δὲ μηδ’ ἐν ταύτῃσι παύηται, ἐν τῇσιν ἑξήκοντα κρίνεται. Παρὰ πάντα δὲ τὸν χρόνον τοῦτον ἐνθυμεῖσθαι τὴν λήμην, ἢν ἐν τῷ δακρύῳ τε μίσγηται καὶ λευκή τε καὶ μαλθακὴ γίνηται, μάλιστα δ’ ὑπὸ τοὺς χρόνους τοὺς κρισίμους· ἢν γὰρ μέλλῃ παύεσθαι, ταῦτα ποιήσει. Εἰ δὲ οἱ ὀφθαλμοὶ ἀμφότεροι ταῦτα πάθοιεν, ἐπικινδυνότεροι γίνονται ἑλκωθῆναι· ἡ δὲ κρίσις ἐλάσσονος χρόνου ἔσται. Λῆμαι δὲ ξηραὶ ἐπώδυνοι κάρτα, κρίνονται δὲ ταχέως, ἢν μὴ τρῶμα λάβῃ ὁ ὀφθαλμός. Οἴδημα δὲ ἢν μέγα ᾖ, ἀνώδυνόν τε καὶ ξηρὸν ἀκίνδυνον· εἰ δὲ εἴη ξὺν ὀδύνῃ, κακὸν μὲν ξηρὸν ἐὸν καὶ ἐπικίνδυνον ἑλκῶσαί τε τὸν ὀφθαλμὸν καὶ ξυμφῦσαι· δεινὸν δὲ καὶ ξὺν δακρύῳ τε ἐὸν καὶ ὀδύνῃ· εἰ γὰρ δάκρυον χωρέει θερμὸν καὶ ἁλμυρὸν, κίνδυνος τῇ τε κόρῃ ἑλκωθῆναι καὶ τοῖσι βλεφάροισιν. Εἰ δὲ τὸ μὲν οἴδημα κατασταίη, δάκρυον δὲ πουλὺ ἐπιχέεται πολὺν χρόνον, καὶ λῆμαι εἰσὶ, τοῖσι μὲν ἀνδράσι βλεφάρων ἐκτροπὴν προλέγειν, τῇσι δὲ γυναιξὶ καὶ τοῖσι παιδίοισιν ἕλκωσιν καὶ τῶν βλεφάρων ἐκτροπήν. Ἢν δὲ λῆμαι χλωραὶ ἢ πελιδναὶ ἔσωι, καὶ δάκρυον πουλὺ καὶ θερμὸν, καὶ ἐν τῇ κεφαλῇ καῦμα ᾖ, καὶ διὰ τοῦ κροτάφου ὀδύναι ἐς τὸν ὀφθαλμὸν καταστηρίξωσι καὶ ἀγρυπνίη τουτέοισιν ἐπιγένηται, ἕλκος ἀνάγκη γενέσθαι ἐν τῷ ὀφθαλμῷ· ἐλπὶς δὲ καὶ ῥαγῆναι τὸ τοιοῦτον. Ὠφελέει δὲ καὶ πυρετὸς ἐπιγενόμενος ἢ ὀδύνη ἐς τὴν ὀσφὺν στηρίξασα. Προλέγειν δὲ δεῖ τούτοισι τὰ ἐσόμενα, ἔς τε τὸν χρόνον σκεπτόμενον ἔς τε τὰ ἐκ τοῦ ὀφθαλμοῦ ῥέοντα, ἐς τὰς περιωδυνίας τε καὶ ἀγρυπνίας.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
