Ancient Greek
Book 2
Hippocrates, Prorrheticon I 2.2
Not analysed yet
2. Δοκέω δὲ καὶ τοὺς προειπόντας περί τε τῶν χωλωσίων καὶ τῶν ἄλλων τῶν τοιουτέων ἤδη ἀποστηριζομένου τοῦ νοσήματος προειπεῖν, καὶ δήλου ἐόντος ὅτι οὐ παλινδρομήσει ἡ ἀπόστασις, εἴ περ νόον εἶχον, πολὺ μᾶλλον ἢ πρὶν ἄρχεσθαι τὴν ἀπόστασιν γινομένην. Ἐλπίζω δὲ καὶ τἄλλα προῤῥηθῆναι ἀνθρωπινωτέρως ἢ ὅσα περ τοῖσιν ὠνεομένοισί τε καὶ περναμένοισι λέγεται προῤῥηθῆναι, θανάτους τε καὶ νοσήματα καὶ μανίας. Ταῦτα δέ μοι δοκέει τοιαῦτα γενέσθαι, καὶ οὐδέν τι δοκέει χαλεπὰ εἶναι προειπεῖν τῷ βουλομένῳ τὰ τοιάδε διαγωνίζεσθαι. Πρῶτον μὲν γὰρ τοὺς ὑφύδρους τε καὶ φθινώδεας τίς οὐκ ἂν γνοίη; ἔπειτα τοὺς παραφρονήσοντας ἐστὶ μὴ πολὺ λανθάνειν, εἴ τις εἰδείη οἷσι τὸ νόσημα τοῦτο ἢ ξυγγενές ἐστιν, ἢ πρόσθεν ποτ’ ἐμάνησαν· εἰ γὰρ οὗτοι οἱ ἄνθρωποι οἰνόφλυγες εἶεν, ἢ κρεηφαγοῖεν, ἢ ἀγρυπνοῖεν, ἢ τῷ ψύχει ἢ τῷ θάλπει ἀλογίστως ὁμιλοῖεν, πολλαὶ ἐλπίδες ἐκ τουτέων τῶν διαιτημάτων παραφρονῆσαι αὐτούς. Τούς τε τὰς αἱμοῤῥοΐδας ἔχοντας, εἴ τις ὁρῴη τοῦ χειμῶνος πολυποτέοντάς τε καὶ εὐχρόους ἐόντας, ἔστι προειπεῖν ἀμφὶ τούτων· ἐς γὰρ τὸ ἔαρ καταῤῥαγῆναι τὸ αἷμα πολλαὶ ἐλπίδες, ὥστε ἀχρόους τε καὶ ὑδαλέους ὑπὸ τὴν θερείην τούτους εἶναι. Ἀλλὰ χρὴ προλέγειν καταμανθάνοντα πάντα ταῦτα, ὅστις τῶν τοιουτέων ἐπιθυμέει ἀγωνισμάτων· ἐστὶ γὰρ ἐκ τῶν γεγραμμένων προειπεῖν καὶ θάνατον καὶ μανίην καὶ εὐεξίην. Εἴποιμι δ’ ἂν καὶ ἄλλα πάμπολλα τοιαῦτα, ἀλλὰ τὰ εὐγνωστὀτατα ἔδοξέ μοι γράψαι· συμβουλεύω δὲ ὡς σωφρονεστάτους εἶναι καὶ ἐν τῇ ἄλλῃ τέχνῃ καὶ ἐν τοῖσι τοιούτοισι προῤῥήμασι, γνόντας ὅτι ἐπιτυχὼν μὲν ἄν τις τοῦ προῤῥήματος θαυμασθείη ὑπὸ τοῦ ξυνιόντος ἀλγέοντος, ἁμαρτὼν δ’ ἄν τις πρὸς τῷ μισεῖσθαι τάχ’ ἂν καὶ μεμηνέναι δόξειεν. Ὧν δὴ ἕνεκα κελεύω σωφρόνως τὰ προῤῥήματα ποιέεσθαι καὶ τἄλλα πάντα ταῦτα· καίτοι γε ἀκούω καὶ ὁρῶ οὔτε κρίνοντας ὀρθῶς τοὺς ἀνθρώπους τὰ λεγόμενά τε καὶ ποιεύμενα ἐν τῇ τέχνῃ οὔτ’ ἀπαγγέλλοντας.