# Prorrheticon I 2.21

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.21

21. Αἱ δὲ κρίσιες ὡς ἐν τοῖσι πυρετοῖσιν ἔγραψα, οὕτω καὶ ἐνθάδε ἔχουσιν. Ἀλλὰ χρὴ τὰ σημεῖα ἐκμαθόντα προλέγειν, τὰς μὲν διαφορὰς τῶν ὀφθαλμιῶν ὡς διαγέγραπται ἐφ’ ἑκάστῃσι, τὰς δὲ πουλυχρονίους τῶν ὀφθαλμιῶν, ὅταν τὰ κάκιστα τῶν σημείων ἐπιγένηται, τὰς δὲ ὀλιγοχρονίους, ὅταν τὰ σημεῖα προφαίνηται τὰ ἄριστα, τότε προλέγειν ἑβδομαίας παύσασθαι, ἢ ἐγγὺς τουτέων, καὶ ἄλλως ἀσφαλῶς νομίζειν ἔχειν· τὰς δὲ ὑποστροφὰς προσδέχεσθαι, οἷσιν ἂν ῥᾴστωναι γένωνται, μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι, μήτε σημείων ἀγαθῶν ἐπιφανέντων. Πάντων δὲ χρὴ μάλιστα τὴν κατάστασιν τοῦ οὔρου ἐν τοῖσι περὶ τοὺς ὀφθαλμοὺς ἐνθυμεῖσθαι· οἱ γὰρ καιροὶ ὀξέες.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
