# Prorrheticon I 2.22

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.22

22. Αἱ δὲ δυσεντερίαι ξὺν πυρετῷ μὲν ἢν ἐπίωσιν, ἢ ποικίλοισί τε διαχωρήμασιν, ἢ ξὺν φλεγμονῇ ἥπατος, ἢ ὑποχονδρίου, ἢ γαστρὸς, ἢ ὅσαι ἐπώδυνοι, ἢ ὅσαι τῶν σιτίων ἀπολαμβάνουσι δίψαν τε παρέχουσιν, αὗται μὲν πᾶσαι πονηραί· καὶ ὃς ἂν πλεῖστα ἔχῃ τούτων τῶν κακῶν, τάχιστα ἀπολεῖται· ᾧ δ’ ἂν ἐλάχιστα τῶν τοιούτων προσῇ, πλεῖσται αὐτῷ ἐλπίδες, Ἀποθνήσκουσι δὲ ὑπὸ ταύτης τῆς νόσου μάλιστα παιδία τὰ πενταετέα, καὶ γεραίτερα ἔς τε τὰ δεκαετέα· αἱ δ’ ἄλλαι ἡλικίαι ἧσσον. Ὅσαι δὲ τῶν δυσεντεριῶν λυσιτελέες, τὰ μὲν κακὰ ταῦτα οὐκ ἐμποιέουσιν, αἷμα δὲ καὶ ξύσματα διαχωρήσαντα ἐπαύσαντο ἑβδομαῖα, ἢ τεσσαρεσκαιδεκαταῖα, ἢ εἰκοσταῖα, ἢ τεσσαρακονθήμερα, ἢ ἐντὸς τούτων τῶν χρόνων. Τὰ τοιαῦτα γὰρ διαχωρήματα καὶ ὑπάρχοντα πρόσθεν ἐν τοῖσι σώμασι νοσήματα ὑγιάζει, τὰ μὲν παλαιότερα, ἐν πλείονι χρόνῳ, τὰ δὲ νεώτερα δύναται καὶ ἐν ὀλίγῃσιν ἡμέρῃσιν ἀπαλλάσσειν. Ἐπεὶ καὶ αἱ ἐν γαστρὶ ἔχουσαι καὶ αὗται περιγίνονται, μᾶλλον ἐς τοὺς τόκους τε καὶ ἐκ τῶν τόκων, καὶ τὰ ἔμβρυα διασώζουσιν, αἵματός τε καὶ ξύσματος διαχωρεόντων καὶ πολλοὺς μῆνας, ἢν μή τις ὀδύνη αὐτῇσι προσῇ, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα σημείων εἶναι ἐν τῇσι δυσεντερίῃσιν ἐπιγένηται· εἰ δέ τι κείνων ἐπιφαίνοιτο, τῷ τε ἐμβρύῳ ὄλεθρον σημαίνει καὶ τῇ ἐχούσῃ κίνδυνον, ἢν μὴ μετὰ τοῦ ἐμβρύου τὴν ἀπόφευξιν καὶ τοῦ ὑστέρου τὴν ἀπόλυσιν ἡ δυσεντερίη παύσηται αὐθημερὸν; ἢ μετ’ ὀλίγον χρόνον.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
