# Prorrheticon I 2.23

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.23

23. Αἱ δὲ λειεντερίαι ξυνεχέες μὲν καὶ πουλυχρόνιοι καὶ πᾶσαν ὥρην ξὺν ψόφοισί τε καὶ ἄνευ ψόφων ἐκταρασσόμεναι, καὶ ὁμοίως νυκτός τε καὶ ἡμέρης ἐπικείμεναι, καὶ τοῦ διαχωρήματος ὑπιόντος ἢ ὠμοῦ ἰσχυρῶς, ἢ μέλανός τε καὶ λείου καὶ δυσώδεος, αὗται μὲν πᾶσαι πονηραί. Καὶ γὰρ δίψαν παρέχουσι, καὶ τὸ ποτὸν οὐκ ἐς τὴν κύστιν τρέπουσιν ὥστε διουρέεσθαι, καὶ τὸ στόμα ἐξελκοῦσι, καὶ ἔρευθος ἐξηρμένον ἐπὶ τῷ προσώπῳ ποιέουσι καὶ ἐφήλιδας παντοῖα χρώματα ἐχούσας· ἅμα δὲ καὶ τὰς γαστέρας· ἀποζύμους τε καὶ ῥυπαρὰς ἀποδεικνύουσι καὶ ῥυτιδώδεας. Ἐκ δὲ τῶν τοιούτων ἐσθίειν τε ἀδύνατοι γίνονται οἱ ἄνθρωποι, καὶ τῇσι περιόδοισι χρῆσθαι, καὶ τἄλλα τὰ πρασσόμενα ποιέειν. Τὸ δὲ νούσημα τοῦτο δεινότατον μὲν τοῖσι πεσβυτέροισιν, ἰσχυρὸν δὲ γίνεται καὶ τοῖσιν ἀνδράσι, τῇσι δὲ ἄλλῃσιν ἡλικίῃσι πολλῷ ἧσσον. Ὅστις δὲ μήτε ἐν τῇσιν ἡλικίῃσίν ἐστι ταύτῃσιν ᾗσι φημὶ ὑπὸ τοῦ νοσήματος τούτου κακῶς περιέπεσθαι, ἐλάχιστά τε τῶν σημείων ἔχει τῶν πονηρῶν ἃ ἔγραψα εἶναι, ἀσφαλέστατα διάκειται οὗτος. Θεραπείης δὲ προσδεῖται ἡ νοῦσος αὕτη, ἔστ’ ἂν τό τε οὖρον χωρέηται τοῦ πινομένου κατὰ λόγον, καὶ τὸ σῶμα τῶν σιτίων εἰσιόντων αὔξηται, καὶ τῶν χροιῶν τῶν πονηρῶν ἀπαλλαχθῇ. Αἱ δὲ ἄλλαι διάῤῥοιαι. ὅσαι ἄνευ πυρετῶν, ὀλιγοχρόνιοί τε καὶ εὐήθεες· ἢ γὰρ κατανιφθεῖσαι πεπαύσονται, ἢ ἀπὸ τοῦ αὐτομάτου. Προαγορεύειν δὲ χρὴ παύεσθαι τὴν ὑπέξοδον, ὅταν τῇ χειρὶ ψαύοντι τῆς γαστρὸς μηδεμία κίνησις ὑπῇ καὶ φῦσα διέλθῃ ἐπὶ τῇ τελευτῇ τοῦ διαχωρήματος. Ἕδραι δὲ ἐκτρέπονται, ἀνδράσι μὲν οὓς ἂν διάῤῥοια λάβῃ ἔχοντας αἱμοῤῥοΐδας, παιδίοισι δὲ λιθιῶσί τε καὶ ἐν τῇσι δυσεντερίῃσι τῇσι μακρῇσί τε καὶ ἀκρήτοισι, πρεσβυτάτοισι δὲ οἷς ἂν προσπήγματα μύξης ἐνῇ.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
