# Prorrheticon I 2.27-29

Hippocrates, Prorrheticon I, 2.27 to 2.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.27

27. Τὰς δὲ ὑπὸ τῶν ῥόων τῶν πολυχρονίων ἐχομένας ἐρωτᾷν, εἰ κεφαλὴν ἀλγέουσι καὶ ὀσφὺν καὶ τὸ κάτω τῆς γαστρός· ἐρέσθαι δὲ καὶ περὶ αἱμωδίας, καὶ ἀμβλυωσμοῦ, καὶ ἤχων. 28. Ὁκόσαι δὲ νήστιες ἐοῦσαι ὑπόχολα ἐμέουσι πολλὰς ἡμέρας, μήτε ἐν γαστρὶ ἔχουσαι μήτε πυρεταίνουσαι, πυνθάνεσθαι ἕλμινθας στρογγύλας εἰ ξυνεμέουσιν· ἢν γὰρ μὴ ὁμολόγεωσι, προλέγειν αὐτῇσι τοῦτο ἔσεσθαι· γίνεται δὲ μάλιστα μὲν τῇσι γυναιξὶ τὸ νοσήμα τοῦτο, ἔπειτα δὲ καὶ παρθένοισι, τοῖσι δ’ ἄλλοισιν ἀνθρώποισιν ἧσσον. 29. Ὅσαι δὲ ἄνευ πυρετῶν ὀδύναι γίνονται, θανάτους μὲν οὐκ ἐξεργάζονται, πολυχρόνιοι δὲ αἱ πλείους εἰσὶ καὶ πολλὰς μεταστάσιας ἔχουσι καὶ ὑποστροφάς.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
