# Prorrheticon I 2.35

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.35

35. Ὁκόσοι δὲ μήτε πυρετήναντες μήτε ἄχροοι ἐόντες ἀλγέουσι πολλάκις τήν τε κορυφὴν καὶ τοὺς κροτάφους, ἢν μή τινα ἄλλην φανερὴν ἔχωσιν ἀπόστασιν ἐν τῷ προσώπῳ, ἢ βαρὺ φθέγγωνται, ἢ ὀδόντας ἀλγέωσι, τούτοισιν αἱμοῤῥαγῆναι διὰ τῶν ῥινῶν προσδέχεσθαι. Οἷσι δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, δοκέουσιν οἵδ’ ὑγιαίνειν τἄλλα, τούτους δὲ ἢ σπλῆνα εὑρήσεις ἐπηρμένον ἔχοντας, ἢ τὴν κεφαλὴν ἀλγέοντάς τε καὶ μαρμαρυγῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαινόμενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων ἅμα καὶ· τὰ ἀπὸ τῆς κεφαλῆς οὕτως ἔχοντα φαίνεται καὶ τὰ ἀπὸ τοῦ σπληνός.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
