Ancient Greek
2.36 to 2.38
Hippocrates, Prorrheticon I 2.36-38
Not analysed yet
36. Οὖλα δὲ πονηρὰ καὶ στόματα δυσώδεα οἷσι σπλῆνες μεγάλοι. Ὁκόσοι δὲ ἔχουσι σπλῆνας μεγάλους, μήτε αἱμοῤῥαγίαι γίνονται μήτε στόμα δυσῶδες, τουτέων αἱ κνῆμαι ἕλκεα πονηρὰ ἴσχουσι καὶ οὐλὰς μελαίνας. 37. Οἷσι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπαίρεται ἰσχυρῶς, τούτους σπλῆνας μεγάλους εὑρήσεις ἔχοντας· εἰ δὲ καὶ ἐν τοῖσι ποσὶν οἰδήματα προσγίνονται, καὶ ὕδωρ φανήσονται ἔχοντες, ἀλλὰ τὴν γαστέρα καὶ τὴν ὀσφὺν ἐπικατιδεῖν. 38. Τὰ δὲ ἐν τοῖσι προσώποισι παραστρέμματα ἢν μηδενὶ ἄλλῳ τοῦ σώματος ἐπικοινωνέῃ, ταχέως παύεται, καὶ αὐτόματα καὶ πρὸς ἀνάγκας· οἱ δ’ ἄλλοι ἀπόπληκτοι.