# Prorrheticon I 2.41

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.41

41. Σκέπτεσθαι δὲ δεῖ ὧδε περὶ ἰσχιάδων· ὁκόσοισι γὰρ τῶν γεραιτέρων αἵ τε νάρκαι ἰσχυρόταται καὶ καταψύξιες τῆς ὀσφύος τε καὶ τῶν σκελέων, καὶ τὸ αἰδοῖον ἐπαίρειν ἀδυνατέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ πρὸς ἀνάγκην, καὶ κοπρώδης μύξα πολλὴ διεξέρχεται, τουτέοισι χρονιώτατον τὸ νούσημα ἔσται, καὶ προλέγειν ἐνιαυτὸν τὸ ἐλάχιστον, ἀφ’ οὗ χρόνου ἤρξατο τὸ νούσημα γίνεσθαι, καὶ τὰς ὠφελείας ἐς τὸ ἔαρ τε καὶ τὸ θέρος προσδέχεσθαι. Τοῖσι δὲ νεανίσκοισιν ἐπώδυνοι μὲν οὐχ ἧσσον αἱ ἰσχιάδες, βραχύτεραι δέ· καὶ γὰρ τεσσαρακονθήμεροι ἀπαλλάσσονται· ἀλλ’ οὐδὲ αἱ νάρκαι ἐπιγίνονται ἰσχυραὶ, οὔτε αἱ καταψύξιες τῶν σκελέων τε καὶ τῆς ὀσφύος. Οἷσι δὲ τὸ νούσημα τοῦτό ἐστι μὲν ἐν τῇ ὀσφύϊ καὶ τῷ σκέλεϊ, βιάζεται δὲ οὐχ οὕτως ὥστε κατακέεσθαι, ξυστρέμματα σκέπτεσθαι μὲν εἴ που ἐν τῷ ἰσχίῳ, καὶ ἐπανερέσθαι εἰ εἰς τὸν βουβῶνα ἡ ὀδύνη ἀφικνεῖται· ἢν γὰρ ταῦτ’ ἔχῃ ἄμφω, χρόνιον τὸ νούσημα γίνεται· ἐπανερέσθαι δὲ καὶ εἰ ἐν τῷ μηρῷ νάρκαι ἐγγίνονται, καὶ ἐς τὴν ἰγνύην ἀφικνοῦνται· καὶ ἢν φῇ, αὖθις ἐρέεσθαι, καὶ ἢν διὰ τῆς κνήμης, ἐπὶ τὸν ταρσὸν τοῦ ποδός. Ὁκόσοι δ’ ἂν τουτέων τὰ πλεῖστα ὁμολογέωσι, εἰπεῖν αὐτοῖσιν ὅτι τὸ σκέλος σφὶν τοτὲ μὲν θερμὸν γίνεται, τοτὲ δὲ ψυχρόν. Ἡ δὲ νοῦσος αὕτη ὁκόσοισι μὲν τὴν ὀσφὺν ἐκλείπουσα ἐς τὰ κάτω τρέπεται, θαρσύνει. Ὁκόσοισι δὲ τά τε ἰσχία καὶ τὴν ὀσφὺν μὴ ἐκλείπουσα ἐς τὰ ἄνω τρέπεται, προλέγειν δεινὰ εἶναι.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
