Ancient Greek
Book 2
Hippocrates, Prorrheticon I 2.7
Not analysed yet
7. Περὶ δὲ τῶν φθινόντων κατὰ μὲν τὸ πτύελον καὶ τὴν βῆχα ταὐτὰ λέγω ἅπερ περὶ τῶν ἐμπύων ἔγραφον. Χρὴ γὰρ τὸ πτύελον τῷ μέλλοντι καλῶς ἀπαλλάξειν εὐπετέως τε ἀναβήσσεσθαι καὶ εἶναι λευκὸν, καὶ ὁμαλὸν, καὶ ὁμόχροον, καὶ ἀφλέγμαντον, τὸ δ’ ἀπὸ τῆς κεφαλῆς καταῤῥέον ἐς τὰς ῥῖνας τρέπεσθαι· πυρετὸν δὲ μὴ λαμβάνειν, ἢ τοσοῦτον λαμβάνειν, ὥστε τῶν δείπνων μὴ κωλύεσθαι, μηδὲ διψῇν· ἡ δὲ γαστὴρ ὑποχωρείτω πᾶσαν ἡμέρην, καὶ τὸ ὑποχωρέον ἔστω σκληρὸν, πλῆθος δὲ κατὰ τὰ εἰσιόντα· τὸν δὲ ἄνθρωπον ὡς ἥκιστα λεπτὸν εἶναι· τὸ δὲ στῆθος ἐπαινεῖν χρὴ τετράγωνόν τε ἐὸν καὶ λάσιον, καὶ ὁ χόνδρος αὐτοῦ μικρὸς ἔστω καὶ σεσαρκωμένος ἰσχυρῶς. Ὅστις μὲν γὰρ ταῦτα πάντα ἔχει, περιεστικώτατος γίνεται· ὃς δ’ ἂν μηδὲν τούτων ἔχῃ, ὀλεθριώτατος. Ὅσοι δ’ ἂν ἔμπυοι γένωνται, νέοι ἐόντες, ἐξ ἀποσκήψιος, ἢ σύριγγος, ἢ ἀπ’ ἄλλου τινὸς τῶν τοιούτων, ἢ ἐκ παλινδρομίης ἀποστάσιος, οὐ περιγίνονται, ἢν μὴ πολλὰ κάρτα αὐτοῖσιν ἐπιγένηται τῶν ἀγαθῶν σημείων. Ἀπόλλυνται δὲ οἱ ἄνθρωποι οὗτοι ἐς τὸ φθινόπωρον· ἰσχυρῶς δὲ καὶ ἐκ τῶν ἄλλων νοσημάτων τῶν μακρῶν ἐς τὴν ὥρην ταύτην τελευτῶσιν οἱ πλεῖστοι. Τῶν δ’ ἄλλων ἥκιστα περιγίνονται αἵ τε παρθένοι καὶ αἱ γυναῖκες, ᾗσιν ἀπολήψει ἐπιμηνίων ἡ φθίσις γένηται. Εἰ δὲ μέλλοι τις περιέσεσθαι τῶν παρθένων ἢ τῶν γυναικῶν, τῶν τε ἄλλων σημείων τῶν ἀγαθῶν δεῖ πολλὰ ἐπιγενέσθαι καὶ τὰ ἐπιμήνια λαμπρῶς τε καὶ καθαρῶς ἐπιφαίνεσθαι, ἢ οὐδεμία ἐλπίς. Οἱ δὲ ἐκ τῶν αἱμάτων τῆς ἀναῤῥήξιος ἔμπυοι γινόμενοι τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ τῶν παρθένων περιγίνονται μὲν οὐχ ἧσσον, τὰ δὲ σημεῖα χρὴ πάντα ἀναλογισάμενον τά γε περὶ τῶν ἐμπύων καὶ τῶν φθινόντων προλέγειν τόν τε περιεσόμενον καὶ τὸν ἀπολούμενον. Μαλίστα δὲ περιγίνονται ἐκ τῶν τοῦ αἵματος ἀναῤῥήξεων οἷσιν ἂν ἀλγήματα ὑπάρχῃ μελαγχολικὰ ἔν τε τῷ νώτῳ καὶ ἐν τῷ στήθει, καὶ μετὰ τὴν ἀνάῤῥηξιν ἀνωδυνώτεροι γένωνται· βῆχές τε γὰρ οὐ κάρτα ἐπιγίνονται, καὶ πυρετοὶ οὐ πλεῖστοι διατελέουσιν ἐόντες, καὶ δίψαν εὐπετέως φέρουσιν· ὑποστροφαὶ δὲ τῆς ἀναῤῥήξιος μάλιστα γίνονται τούτοισιν, εἰ μὴ ἀποστάσιες ἐπιγίνονται· ἄρισται δὲ τῶν ἀποστασίων αἱ αἱματηρόταται. Ὁκόσοισι δὲ ἐν τοῖσι στήθεσιν ἀλγήματα ἔνεστι, καὶ διὰ χρόνου λεπτύνονταί τε καὶ βήσσουσι, καὶ δύσπνοιαι γίνονται, οὔτε πυρετῶν ἐπιλαμβανόντων, οὔτε ἐμπυημάτων ἐπιγινομένων, τούτους ἐπανερέσθαι, ὁπόταν βήσσωσί τε καὶ δύσπνοοι ἔωσιν, εἰ ξυνεστραμμένον τι καὶ μικρὸν, ὀδμὴν ἔχον, ἐκβήσσουσιν.