# Prorrheticon I 2.8

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.8

8. Περὶ δὲ ποδαγρώντων τάδε· ὅσοι μὲν γέροντες ἢ περὶ τοῖσιν ἄρθροισιν ἐπιπωρώματα ἔχουσιν, ἢ τρόπον ἀταλαίπωρον ζῶσι κοιλίας ξηρὰς ἔχοντες, οὗτοι μὲν πάντες ἀδύνατοι ὑγιέες γίνεσθαι ἀνθρωπίνῃ τέχνῃ, ὅσον ἐγὼ οἶδα· ἰῶνται δὲ τούτους ἄριστα μὲν δυσεντερίαι, ἢν ἐπιγένωνται, ἀτὰρ καὶ ἄλλαι ἐκτήξιες ὠφελέουσι κάρτα αἱ ἐς τὰ κάτω χωρία ῥέπουσαι. Ὅστις δὲ νέος ἐστὶ καὶ ἀμφὶ τοῖσιν ἄρθροισιν οὔπω ἐπιπωρώματα ἔχει καὶ τὸν τρόπον ἐστὶν ἐπιμελής τε καὶ φιλόπονος καὶ κοιλίας ἀγαθὰς ἔχων ὑπακούειν πρὸς τὰ ἐπιτηδεύματα, οὗτος δὴ ἰητροῦ γνώμην ἔχοντος ἐπιτυχὼν ὑγιὴς ἂν γένοιτο.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
