# Prorrheticon I 2.9

Hippocrates, Prorrheticon I, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/prorrheticon-i/2.9

9. Τῶν δ’ ὑπὸ τῆς ἱερῆς νόσου λαμβανομένων χαλεπώτατοι μὲν ἐξίστασθαι, ὁκόσοισιν ἂν ἀπὸ παιδὸς ξυμβήσηται καὶ συνανδρωθῇ τὸ νόσημα· ἔπειτα δὲ ὅσοισιν ἂν γένηται ἐν ἀκμάζοντι τῷ σώματι τῆς ἡλικίης, εἴη δ’ ἂν ἀπὸ εἴκοσι καὶ πέντε ἐτέων ἐς πέντε καὶ τεσαράκοντα ἔτεα· μετὰ δὲ τούτους, ὅσοις ἂν γένηται τὸ νόσημα μηδὲν προσημαῖνον, ὁκόθεν ἄρχεται τοῦ σώματος. Οἷσι δὲ ἀπὸ τῆς κεφαλῆς δοκέει ἄρχεσθαι, ἢ ἀπὸ τοῦ πλευροῦ, ἢ ἀπὸ τῆς χειρὸς, ἢ τοῦ ποδὸς, εὐπετέστερα ἰῆσθαι· διαφέρει γὰρ καὶ ταῦτα· τὰ γὰρ ἀπὸ τῆς κεφαλῆς τούτων χαλεπώτατα· ἔπειτα τὰ ἀπὸ τοῦ πλευροῦ· τὰ δὲ ἀπὸ τῶν χειρῶν καὶ ποδῶν μάλιστα οἷά τε ἐξυγιαίνεσθαι. Ἐπιχειρέειν δὲ χρὴ τουτέοισι τὸν ἰητρὸν, εἰδότα τὸν τρόπον τῆς ἰήσιος, ἢν ἔωσιν οἱ ἄνθρωποι νέοι τε καὶ φιλόπονοι.· πλὴν ὅσον αἴ φρένες τι κακὸν ἔχουσιν, ἢ εἴ τις ἀπόπληκτος γέγονεν· αἱ μὲν γὰρ μελαγχολικαὶ αὗται ἐκστάσιες οὐ λυσιτελέες· αἱ δὲ ἄλλαι αἱ ἐς τὰ κάτω τρεπόμεναι πᾶσαι ἀγαθαί· ἄρισται δὲ καὶ ἐνταῦθα πολλῷ αἱ αἱματηρόταται. Ὁκόσοι δὲ γέροντες ἤρξαντο λαμβάνεσθαι, ἀποθνήσκουσί τε μάλιστα, καὶ ἢν μὴ ἀπόλωνται, τάχιστα ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, ὑπὸ δὲ τῶν ἰητρῶν ἥκιστα ὠφελέονται.

---

Hippocrates, Prorrheticon I, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg016.local001/.
