# Fragmenta [Sp.] 117.1.27-40

Hippodamus, Fragmenta [Sp.], 117.1.27 to 117.1.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippodamus/fragmenta-sp/117.1.27
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippodamus/fragmenta-sp/117.1.27

ἄ μὲν τῷ ὀφθαλμῷ τὰς τῷ ὀφθαλμῶ φύσιος ἀκρότας καὶ τεληότας, ἄ δὲ τῷ ἀνθρώπῳ τὰς τῷ ἀνθρώπῳ φύσιος καὶ ἀκρότας καὶ τεληότας. καττὸν βίον δὲ τέληοι τοὶ μὴ μόνον ἀγαθοὶ ὄντες· ἀλλὰ καὶ εὐδαίμονες. ἄ μὲν γὰρ εὐδαιμονία τεληότας ἐντι βίῳ ἀνθρωπίνῳ· ὁ δὲ βίος ὁ ἀνθρώπινος σύστημα τῶν πράξιων, ἄ δ' εὐδαιμονία ἄ συμπεραίνουσα τὰς πράξεις. συμπεραίνει δὲ τὰς πράξεις ἀρετὰ καὶ τύχα, ἄ μὲν ἃ ἀρετὰ καττὰν χρήσιν, ἄ δ' ἃ εὐτυχία καττὰν κατόρθωσιν. ὁ μὲν ὧν θεὸς οὔτε μαθὼν παρὰ τινος τὰν ἀρετὰν ἀγαθὸς ἐγένετο οὔτε συναγωνισαμένος ἃ αὐτῷ τὰς τύχας εὐδαίμων· φύσι γὰρ ἥν ἀγαθὸς καὶ φύσι εὐδαίμων, καὶ αὐτὶ ἥν καὶ ἐσείται καὶ οὐδέποκα ἐπιλείψει τοιούτος ὧν, ἀχώρτος ὧν καὶ φύσι ἀγαθὸς. ὁ δὲ ἄνθρωπος οὔτε [τῇ φύσι ἀγαθὸς οὔτε] τῇ φύσι εὐδαίμων, ἀλλὰ μαθησιος καὶ προνοίας ποτιδέεται, ποτὶ μὲν τὸ γενέσθαι ἀγαθὸς τὰς ἀρετάς, ποτὶ δὲ τὸ γενέσθαι εὐδαίμων τὰς εὐτυχίας. καὶ διὰ τοῦτο ἐκ δύο τούτων ἄ ἀνθρωπίνια εὐδαιμονία συγκεραλαιοῦται, ἐπαίνω τε καὶ μαχαρισμῷ· ἐπαίνω μὲν τῷ ἐξ ἀρετάς, μαχαρισμῷ δὲ τῷ ἐξ εὐτυχίας. τὰν μὲν ὧν ἀρετὰν ἔχει διὰ τὰν θείαν μοίραν, τὰν δὲ εὐτυχίαν διὰ τὰν θνατάν. ἐξήρτηται δὲ τὰ μὲν θνατὰ ἀπὸ τῶν θείων καὶ τὰ ἐπὶ γὰς ἀπὸ τῶν ὠρανίων· τὰ δὲ χειρόνια ἀπὸ τῶν βελτιόνων.

---

Hippodamus, Fragmenta [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001815.
