# Fragmenta [Sp.] 119.3

Hippodamus, Fragmenta [Sp.], 119.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippodamus/fragmenta-sp/119.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippodamus/fragmenta-sp/119.3

β’. Φαμὶ δ’ ἐγὼν ἔς μοῖρας τρεῖς διεστάθαι τὰν σύμπασαν πολιτείαν· καὶ μίαν μὲν εἶμεν μοῖραν τῶν διανοία a κυβερνῶντων τὰ κοινά, δευτέραν δὲ τῶν δυνάμει, τρίταν δὲ τῶν ἐκπληρώσει καὶ χοραγίᾳ τῶν ἀναγκαίων. ὀνομαίνω δὲ τὸ μὲν πρῶτον πλῆθος βουλευτικόν, τὸ δὲ δεύτερον ἐπίκουρον, τὸ δὲ τρίτον βάναυσον. Καὶ τὰ μὲν αὐ τῶν ἐλευθέρων βιοτὰν ἔχοντων οἰκία φαμὶ εἶμεν, τὸ δὲ τρίτον τῶν βιοτόνων, καὶ τὸ μὲν βουλευτικὸν ἀριστον εἶμεν, τὸ δὲ βάναυσον γερόν, τὸ δ’ ἐπίκουρον μέσον. καὶ τὸ μὲν βουλευτικὸν ἄρχειν δεῖ, τὸ δὲ βάναυσον ἄρχεσθαι, τὸ δὲ ἐπίκουρον καὶ ἄρχειν καὶ ἄρχεσθαι. τὸ μὲν γὰρ καὶ τὶ δεῖ πρᾶττειν προβουλεύει, τὸ δ’ ἐπίκουρον, τῷ μὲν προπολεμεῖν, ἄρχει τῷ βαναύσῳ παντός, τῷ δὲ προβουλεύεσθαι ἄρχεται. Τούτῳν δὲ τῶν μοιρῶν ἕκάστα πάλιν ἐς τρία τέταχται. τῷ τε γὰρ βουλευτικῷ μέρει τὸ μὲν ἐστι προέδρον, τὸ δὲ ἄρχοντικόν, τὸ δὲ κοινοβουλευτικόν· προέδρον μὲν τὸ προσυνεδρεύον καὶ τὸ προβουλευόμενον περὶ τῶν πραγμάτων καὶ ὑστερον ἐπαναφέρον ἐπὶ τὰν βουλάν· ἄρχοντικὸν δὲ τὸ ἤτοι ἄρχον ἢ γεγενναμένον ἄρχοντικόν· κοινοβουλευτικὸν δὲ τὸ ἄλλο πλῆθος τὸ παραδεχόμενον τὰ προσυνεδρευμένα καὶ ἐπιψαφίζομενον καὶ ἐπικουρὸν τὰ ἐπὶ κρίσει. ὡς δ’ ἀπλῶς εἰπέν, δεῖ τὸς μὲν προέδρους ἐπὶ τὸ κοινοβουλευ-

---

Hippodamus, Fragmenta [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001815.
