# Fragmenta [Sp.] 120.1

Hippodamus, Fragmenta [Sp.], 120.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippodamus/fragmenta-sp/120.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippodamus/fragmenta-sp/120.1

τικὸν ἀναφέρειν, τὸ δὲ κοινοβουλευτικὸν διὰ τῶν στραταγῶν ἐπὶ τὰν ἐκκλησίαν. ὡσαύτως δὲ καὶ τῷ ἐπικούρῳ καὶ τῷ δυναμικῷ μέρος τὸ μὲν ἐστὶν ἀρχοντικόν, τὸ δὲ πραγματικόν, τὸ δὲ λοιπὸν καὶ πλῆθον μέρος ἀγελαιὸν καὶ στρατιωτικόν. Ἀρχοντικὸν μὲν ὧν ἐστιν, ἐξ τῶν στρατοπεδάρχων καὶ ταξιάρχαι καὶ λοχαγοὶ καὶ πρόμαχοι καθίστανται καὶ καθόλου πάντες οἱ ἀγεμονίαν ἔχοντες· πραγματικὸν δὲ τὸ τῶν ἀνδρικωτάτων καὶ θυμικωτάτων καὶ τολματικωτάτων πᾶν γένος, ἀγελαῖον δὲ καὶ στρατιωτικὸν τὸ λοιπὸν πλῆθος. τῷ δὲ βαναύσῳ καὶ βιοπονητικῷ τὸ μὲν ἐστὶ γεωπόνον καὶ περὶ τὰν κατεργασίαν τὰς χώρας κατασχολούμενον, τὸ δὲ τεχναικὸν ὄργανα καὶ ἐπίμαχ᾽ἀνάγκαια τοῖς τῷ βίῳ πράγμασιν καποιζόμενον, τὸ δὲ μεταβατικὸν καὶ ἐμπορικόν, ὃ τὰ μὲν ἐν τῇ πόλει περιουσιάζοντα ἐπὶ τὰν ξέναν διαφέρει, τὰ δὲ ἀπὸ τὰς ξένας ἐς τὰν πόλιν. Τὰ μὲν ὧν συστήματα τὰς πολιτικὰς κοινωνίας διὰ τοσούτων καὶ τοιούτων μερῶν συντέταχται· ἔπειτα δὲ περὶ ἀρμογὰς καὶ ἐνώσιος αὐτῶν ῥητέον. ἔπει δὲ πᾶσα πολιτικὰ κοινωνία λύρα παντελῶς ποτέοικε, τῷ ἐξαρτυσίος τε δέεσθαι καὶ συναρμογὰς, καὶ τὸ τελευταῖον ἐπαφὰς τινος καὶ προσχρώσεως μουσικῆς· περὶ μὲν ὧν ἐξαρτυσίος πολιτείας, ἐκ ποίων καὶ πόσων συνέσταχεν, εἴρηται μοι καὶ ἐν τοῖς ἐμπροσθεν· περὶ δὲ συναρμογὰς καὶ ἐνώσιος αὐτῶν πειρασόμεθα νῦν λέγειν. Φαμὶ δὲ ἐγώγε, τρισὶ τούτοις συναρμόζεσθαι τὰν πολιτικὸν κοινωνίαν, λόγοις, ἐπιταδεύμασιν ἐθῶν, νόμοις, καὶ διὰ τριῶν τούτων παιδεύεσθαι τὸν ἄνθρωπον καὶ σπουδαιότερον γίγνεσθαι. τοὶ μὲν γὰρ λόγοι διδάσκοντι καὶ ἐπιθυμίας ἐμποιοῦντι, προτρέπόμενοι πρὸς ἀρετάν· τοὶ δὲ νόμοι, τὰ μὲν φόβοις κατέχοντες, ἀπερύκοντι, τὰ δὲ τιμῆσι τε καὶ δωρεῖσι δελεάζοντες, ἐκκαλεῦνται· τὰ δὲ ἔθισα καὶ ἐπιταδεύματα πλάσσει καὶ χρυχοῦτεὶ τὰν ψυχάν, φυσίωσιν ἐμποιοῦντα διὰ τὰς συνεχέας ἐνεργείας. Δεὶ δὲ τὰ τρία ταῦτα συντετάχθαι ποτὶ τε τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὸ δίκαιον, καὶ ἐν ἑκάστῳ αὐτῶν, εἰ μὲν δυνατόν, στοχαζεσθαι πάντων· εἰ δὲ μὴ γα, δυοὶν ἢ ἑνός, ὡστ᾽ εἴμεν καὶ τὸν λόγον καλὸν καὶ δίκαιον καὶ συμφέροντα, καὶ τὸ ἔθος καὶ τὸν νόμον· προτιμήσθαι δὲ πρῶτον τὸ καλόν, δεύτερον δὲ τὸ δίκαιον, τρίτον δὲ τὸ συμφέρον. τὸ καθόλου δὲ πειρᾶσθαι διὰ τούτων ὡς ὅτι μάλιστα ποιεὶν τὰν πόλιν, ὅπως ὁμόλογος ἢ b καὶ σύμφωνος τοῖς αὐτὰς μέρεσι, ἀλλὰ μὴ στασιάζουσα καὶ διαμαχουμένα. ἐξεῖται δὲ τούτο, αἰχὰ τὰ πάθαι τὰς ψυχὰς παιδεύεται τῶν νέων καὶ ἐς τὸ μέτριον ἀγινῆται τοῖς ἀδύσι τε καὶ λυπικοῖς, καὶ αἰχὰ περὶ τὰς οὐσίας μέτρια καὶ ἀπὸ γεωπονίας ἔχωντι τὰν πρόσοδον· καὶ αἰχὰ τὰς ἀρχὰς ἀρχωντι τὰς μὲν ἀρετὰς δεομένας τοῦ ἀγαθοῦ, τὰς δ᾽ ἐμπειρίας τινὸς τοῦ ἐμπειροῦ, τὰς δὲ παροχὰς τινος καὶ δαπάνας τοῦ εὐποροῦ, καὶ τούτοις πᾶσι κατὰ τρόπον ἀρᾶσαι τὰς ἀρχὰς κατ᾽ ἀξίαν c διανέμουντι τὰς τιμὰς. Ἔτι δὲ τὰς ἀρετὰς αἰτίαι τυγχάνοντι τρεῖς, φόβος, ἐπιθυμία, αἰδώς. δυναστεῖται δὲ τὸν μὲν

---

Hippodamus, Fragmenta [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001815.
