# Fragmenta [Sp.] 122.1

Hippodamus, Fragmenta [Sp.], 122.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippodamus/fragmenta-sp/122.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippodamus/fragmenta-sp/122.1

τῷ λόγῳ πολιτικῷ καὶ σεμνῷ καὶ οἰκίῳ τὰς διαθέσεις τοῦ λέγοντος, ἀλλὰ μὴ προσποιητῷ· οὕτω γὰρ ἡ λέξις ἐσείται το τῷ λέγοντος ἦθος ἐμφαίνουσα. 2 Ἐκ δὲ τῶν νόμων δεῖ τὰν ἀσφάλειαν οὕτως ἐπιφέρειν, αἰκᾶ a σύνθετος ἡ πολιτεία 1 καὶ συντεταγμένα ἐκ πασῶν τῶν ἄλλων· λέγω δὲ οὐ τὰν παρὰ φύσιν, ἀλλὰ τὰν κατὰ φύσιν. τυραννίδος γὰρ οὐδεμία χρήσι ταις πόλεσιν, εἰ μὴ ποκᾶ m τὰς ὀλιγαρχίας ἐπὶ βραχύ. Δεὶ τοίνυν βασιλείαν πρώτων n ἐντετάσθαι καὶ δεύτερον ἀριστοκρατίαν. βασιλεία μὲν γὰρ θεομύματον πρᾶγμα καὶ δυσφύλακτον ὑπὸ ἀνθρωπίνας ψυχὰς· ταχέως γὰρ ὑπὸ τρυφὰς καὶ ὑβριος ἀλλάσσεται· διόπερ οὐ δεῖ κατά πάν αὐτὴ χρήσεσθαι, μέχρι δὲ τῷ δυνατῷ καὶ ποτὶ τὰν πολιτείαν χρησίμω· τὰν δ᾽ ἀριστοκρατίαν ἐπιπλέον ἐμπλέκεν, τῷ πλήθονας εἰμεν τοὺς ἄρχοντας καὶ φιλοζάλως διατίθεσθαι ποῦ αὐτὸς o, καὶ πολλάχας ἀντιμεταλαμβάνεσθαι τὰς ἄρχας. Δημοκρατίαν δὲ ἀναγκαῖον μέν εἰμεν πάντως· δεῖ γὰρ τὸν πολίταν μέρος ὑπάρχοντα τὰς συμπάσας πολιτείας φέρεσθαι τι ἀπ᾽ αὐτὰς γέρας· ἐπέχεσθαι δ᾽ ἰκανῶς αὐτὰν δεῖ· θρασύ γὰρ καὶ προπετὲς τὸ πλῆθος.

---

Hippodamus, Fragmenta [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001815.
