Ancient Greek
Fragment 7
Hippolytus Scr. Eccl., De resurrectione ad Mammaeam imperatricem (fragmenta ap. Theodoretum, Eranistes) 7
Not analysed yet
Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. „Ἀπαρχὴν“ οὖν τοῦτον λέγει „τῶν κεκοιμημένων“, ἅτε „πρωτότοκον τῶν νεκρῶν“. ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῆσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη „δεῦρο ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ὑμεῖς ἐμὲ θεωρεῖτε ἔχοντα“.