# De universo (fragmenta) 3

Hippolytus, De universo (fragmenta), Fragment 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/de-universo-fragmenta/3

Εἷς δὲ ὁ τούτων παρὰ πᾶσι σοφώτερος κριθεὶς νενόμισται Πλάτων· ὃς καὶ περὶ Θεοῦ καὶ ψυχῆς καὶ κτίσεως ἐπεχείρησε λέγειν. Πρὸς τοῦτον ἡμῖν ἡ ἅμιλλα γινέσθω τῶν λόγων, τὸν καὶ πάντων νομιζόμενον παρ' Ἕλλησι θεοσεβέστατόν τε καὶ ἀληθέστερον. Οὗ φανέντος ἠγνοηκέναι Θεὸν καὶ τὴν τούτου δημιουργίαν, ἀνάγκη τοὺς λοιποὺς συγχωρεῖν εἰς μορμολύκεια συμφύρεσθαι καὶ τερατεύεσθαι· καὶ οὕτως ἡμεῖς ἐπιδείξομεν τίς Θεὸς ἀληθινὸς καὶ ἡ τούτου δημιουργία. Θεὸν μὲν γὰρ ἐπεχείρησεν εἰπεῖν εἰς πάντας ἄρρητον Πλάτων, ἀεὶ ὄντα, γένεσιν δὲ οὐκ ἔχοντα· ὃν ἐξ ἀκοῆς ὑπονοήσας, μὴ μαθὼν ἐπεχείρησε διηγήσασθαι. Οὗ τὴν μὲν προαίρεσιν ἀποδεχόμενος Θεὸν ζητήσαντος, τὴν ὑπερηφανίαν δὲ καὶ αὐταρέσκειαν οὐκ ἐπαινῶ μαθεῖν μὴ θελήσαντος· ὃς ὑπὸ τῆς ἀληθείας βιασθεὶς παρ' οὗ ταῦτα ἦν ἀκηκοὼς ἱερέως ἐν Αἰγύπτῳ ἀπήγγειλε τοῖς ἰδίοις ἐπανήξας εἰς τὴν λάλον Ἑλλάδα ὡς ἴδια, οὐκ ἐπιζητήσας πόθεν παραλαβὼν ὁ Αἰγύπτιος ἱερεὺς ἀπήγγειλε Σόλωνι τῷ φιλοσόφῳ, καθὼς ἐν τῷ Τιμαίῳ διαμέμνηται· καὶ ταῦτα φάμενος ὅσα ἐκ παρακουσμάτων ἦν εἰληφὼς τοῖς τὰ πρῶτα περὶ Θεοῦ μανθάνουσιν, ὡς μεγάλα τῷ Σόλωνι διηγήσατο περί τε κατακλυσμοῦ τοῦ πρώτου καὶ ἐκπυρώσεως μερικῆς ἐν Σοδόμοις. Οἷς καταπλαγεὶς ὁ Σόλων ὡς μεγάλα καὶ θαυμάσια κατὰ πᾶσαν τὴν Ἑλλάδα κηρύσσει κατὰ τὴν τοῦ ἱερέως καὶ τοῦ Πλάτωνος ὑπόθεσιν. Οἷς εἰ ἐβούλετο Πλάτων μὴ φιλοδόξως ἀλλὰ θεοσεβῶς ....

---

Hippolytus Scr. Eccl., De universo (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg043.local001/.
