# Ex interpretatione Ruth 001

Hippolytus, Ex interpretatione Ruth, Edition urn:cts:greekLit:tlg2115.tlg008.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/ex-interpretatione-ruth/001

ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΡΟΥΘ Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Ῥώμης ἐκ τῆς ἑρμηνείας Ῥοὺθ μαρτυρία. Φησὶ Βοὸζ πρὸς τὴν Ῥοὺθ „βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει“, „καὶ ἔσται ἐὰν διψήσεις καὶ πορεύσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἂν ὑδρεύονται τὰ παιδάρια“. πρῶτον γὰρ τὸ πάθος ἔδει διδαχθῆναι τὴν ἐκκλησίαν εἶθ' οὕτως λαβεῖν διὰ τῶν ἀποστόλων τὸ βάπτισμα. παιδάρια γὰρ οὐκ ἄλλα τινὰ εἴη, ἀλλὰ προφῆται καὶ ἀπόστολοι, οἳ „σκεύη ἐκλεκτὰ καὶ τίμια“ γενηθέντες ὑδρεύσαντο ἐκ τῆς ἀεννάου πηγῆς τὸ τῆς ἀθανασίας πόμα, ἵνα μεταλαβόντες τὴν παρὰ Χριστοῦ χάριν ποτίσαι δεδιψηκότα ἔθνη δυνηθῶσιν· ὡς καὶ Ἡσαΐας λέγει „οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι οὐκ ἔχετε ἀργύριον βαδίσαντες δωρεὰν ἀγοράσατε ἄνευ τιμῆς“. οἱ γὰρ πιστοὶ πρὸς τὸ εὐαγγέλιον προσερχόμενοι δωρεὰν τὴν χάριν παρὰ θεῷ κτῶνται, οὐ χρήμασι τοῦτο ἐξαγοράζοντες ὡς τινὲς τῶν ἀφρόνων νῦν τοῦτο ποιεῖν ἐπιχειροῦσιν, ἑαυτοῖς τε καὶ τοῖς λαμβάνουσι „κρίμα θανάτου“ ἐπιφέροντες· οὐ γὰρ ἔγνωσαν τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Πέτρου πρὸς τὸν Σίμωνα ὅτι „τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ἀνθ' ὧν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ θεοῦ ἠθέλησας ἀργυρίῳ κτᾶσθαι. οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.“ ὥστε ὅσοι πειρῶνται εἴτε ἀγοράζειν εἴτε πωλεῖν „μέρος μετὰ Χριστοῦ ἔχειν“ οὐ δύνανται, οὐκ „οἰκονόμοι πιστοὶ“ ἀλλὰ χριστέμποροι ὑπάρχοντες, καθ' ἡμέραν τὸν ἴδιον δεσπότην πωλοῦντες. καὶ Ἰούδας μὲν ἅπαξ τὸν Χριστὸν πωλήσας „πρηνὴς γενάμενος ἐλάκησεν μέσος“, οὗτοι δὲ χείρονα τοῦ Ἰούδα ποιοῦντες „τὴν κρίσιν τοῦ θεοῦ ἐκφυγεῖν“ ὑπολαμβάνουσιν.

---

Hippolytus Scr. Eccl., Ex interpretatione Ruth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg008.local001/.
