Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 1
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 1.2
Not analysed yet
(ἐπιβλέπειν δὲ λ)έγονται ἀλλήλ(ους) καὶ ἀλλήλοι(ς ὡς οἱ φ)αι(νόμενοι. καὶ) συσχηματίζοντες ἐπιθεωροῦσι δὲ ἀλλήλους οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ) δυεῖν. κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπά(σχει καὶ τοῖς ὑποκει)μένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. ἀλλά τίς ἐστιν τούτων διαφορὰ καὶ <ἀ>συμπάθεια, ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.