Ancient Greek · ~2 min
10.1 to 10.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.1-8-2
Not analysed yet
Οἱ δὲ Περάται, Ἀδέμης ὁ Καρύστιος καὶ Εὐφράτης <ὁ> λέγουσιν ἕνα εἶναι κόσμον τινά, οὕτως καλοῦντες τοῦτον, τριχῇ διῃρημένον. ἔστι δὲ <τῆς> τριχῇ διαιρέσεως παρ᾿ αὐτοῖς μὲν ἓν μέρος οἱονεὶ μία ἀρχὴ καθάπερ πηγὴ μεγάλη, εἰς ἀπείρους τομὰς τῷ λόγῳ τμηθῆναι δυναμένη. ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ᾿ αὐτούς ἐστιν ἡ τριάς, καὶ καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν· τὸ δὲ δεύτερον μέρος τῆς τριάδος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος· τρίτον ἰδικόν· καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον <ὅπερ ἐστὶν ἀγαθόν· τὸ δὲ δεύτερον ἀγαθὸν αὐτογενές· τὸ γεννητόν>· ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, ἀνθρώπους.