Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.7
Not analysed yet
γεννηθὲν δὲ ἐνεδύσατο αὐτὸ ἄνωθεν ἐλθών, καὶ πάντα ἐποίησεν οὕτως, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην, ἐλούσατο δὲ τύπον κοὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου μένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿ ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα πρὸς τὸ ξύλον καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ’ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἔκτετυπωμένον σῶμα.