Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 10.7-2
Not analysed yet
λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι λέγων οὕτως· »τὰ δὲ πάντα οἰακίζει κεραυνός«, τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὄλων αἴτιον· καλεῖ δὲ αὐτὸ »χρησμοσύνην καὶ κόρον‘· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ᾿ αὐτόν, ἠ δὲ ἐκπύρωσις κόρος· πάντα γάρ‘, φησί, »τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται. «ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ πάντα ὁμοῦ τὸν ἴδιον νοῦν ἐξέθετο,