Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.1-6
Not analysed yet
Ταῦτα μὲν οὖν αὐτάρκη νομίζω εἶναι τοῖς εὖ πεφρονηκόσι πρὸς ἐπίγνωσιν τῆς τῶν Δοκητῶν πολυπλόκου καὶ ἀσυστάτου αἱρέσεως, οἳ περὶ ὕλης μὲν ἀβάτου καὶ ἀκαταλήπτου λόγους ἐπικεχειρημένους ποιήσαντες Δοκητὰς ἑαυτοὺς προσηγόρευσαν, ὡν οὐ τὸ δοκεῖν εἶναί τινας κατανοοῦμεν ματαίζοντας, ἀλλὰ τὴν ἐκ τοσαύτης ὕλης δοκὸν ἐν ὀφθαλμῷ φερομένην διελέγχομεν, εἴ πως διαβλέψαι δυνηθῶσιν, εἰ δ᾿ οὔ, κἂν †τὸ μὴ ἑτέρους τυφλῶσαι.