Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 11.3-3
Not analysed yet
ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς <ὡς> ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον ἡ δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ ἡ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται· τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἐστι κάτω ἡ δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ.