Ancient Greek · ~4 min
12.19 to 12.21
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 12.19-21
Not analysed yet
οὐ γὰρ θέλει λέγειν τὸν πατέρα πεπονθέναι καὶ ὲν εἶναι πρόσωπον, <ἀλλ’> ἐκφυγεῖν τὴν εἰς τὸν βλασφημίαν ὁ ἀνόητος καὶ ποικίλος, ὁ ἄνοι κάτω σχεδιάζων βλασφημίας, ἵνα μόνον κατὰ τῆς ἀληθείας λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται. τοιαῦτα ὁ γόης τολμήσας συνεστήσατο διδασκαλεῖιον κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας, καὶ πρῶτος τὰ πρὸς τὰς ἡδονὰς τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν ὑπ᾿ αὐτοῦ ἀφίεσθαι ἁμαρτίας. ὁ παρ᾿ ἑτέρῳ τινὶ τινὶ συναγόμενος καὶ λεγόμενος Χριστιανὸς εἴ τι ἂν ἁμάρτῃ, φασίν, οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ τοῦ Καλλίστου σχολῇ. οὗ τῷ ὅρῳ ἀρεσκόμενοι πολλοὶ συνείδησιν πεπληγότες ἅμα τε καὶ ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοοι τῆς ἐκκλησίας ὑφ᾿ ἡμῶν γενόμενοι προσχωρήσαντες αὐτοῖς ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ. οὗτος ἐδογμάτισεν ὅπως εἰ ἐπίσκοπος ἀμάρτοι τι, εἰ καὶ πρὸς θάνατον, μὴ δεῖν κατατίθεσθαι.