Ancient Greek · ~7 min
12.2 to 12.8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 12.2-2-8
Not analysed yet
ὁ δὲ ἔφη ἀπαιτήσειν λόγους παρ αὐτοῦ. ταῦτα συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος, ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτω̣ ἕτοιμον πρὸς ἀναγωγήν, ὅπου ἐτύγχχανε πλέον ἀνέβη πλευσόμενος. ἀλλ᾿ οὐδὲ οὕτως λαθεῖν δεδύνηται οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῶ Καρποφόρῳ τὸ γεγενημένον. ὁ δὲ ἐπιστὰς κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον ὁρμᾶν κατὰ <τὰ> μεμηνυμένα· τοῦτο δὲ ἠν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὢν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι, ἠφεί΄δησε τοῦ ζῆν, καὶ ἔσχατα ταῦτα λογισάμενος ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν. οἱ δὲ ναῦται καταπηδήσαντες εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὲ] ἀπὸ τῆς τῆς μεγάλα βοώντων· καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην, ὃν ὁ δεσπότης εἰς πίστρινον κατέθετο. χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν δραπέτην, φάσκοντες αὐτὸν ἁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον. ὁ δὲ Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν —πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες, ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν τῷ Καλλίστῳ, ἃ πεπιστεύκεισαν —καὶ πεισθεὶς ἐκέλευσεν ἐξαγαγεῖν αὐτόν. ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε καὶ σαββάτῳ σκηφάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας ὤρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένων καὶ στὰς κατεστασίαζεν αὐτῶν. οἱ δὲ καταστασιασθέντες ὑπ᾿ αὐτοῦ, ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσυρον ἐπὶ τὸν Φουσκιανὸν ἔπαρχον ὄντα τῆς πόλεως. ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾶ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν |ἐκώλυε καταστασιάζν ἡμῶν, f. 114r φάσκων εἶναι Χριστιανός. τοῦ δὲ Φουσκιανοῦ πρὸ βήματος τυγχάνοντος καὶ τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα.