Ancient Greek · ~3 min
12.3 to 12.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 12.3-4
Not analysed yet
εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ὁμοῦ τὴν ἀπέραντον δύναμιν <δυνάμει, οὐκ ἐνεργείᾳ· ἥν τινα ἀπέραντον εἶναί φησι τὸν ἑστῶτα στάντα στησόμενον. ὃς ἐὰν μὲν> ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ <ἡ> αὐτὴ τῇ ἀγεννήτῳ καὶ δυνάμει, οὐδὲν οὐδὲν ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἐπεράντου δυνάμεως· ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ ἢ γεωμετρικὴ <ἐν> ἀνθρώπου ψυχῇ μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξοντα. αὑτὸν δὲ εἶναι ὁ λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. ταῦτα τοίνυν καὶ ὁ Σίμων.