Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 13
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 13.1-3
Not analysed yet
Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εἴδιον λιμένα. τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηρι- ῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν, ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρθβδις καὶ Σκύλλα (ἔτι δὲ καὶ) τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρῶν δεινότητι· διάφορος γὰρ ἡ τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν.